Ἀπολυτίκιον
Ἦχος δ΄. Ἀσκητικῶς προγυμνασθείς.
Ἀκαταγώνιστος ὀφθεὶς Ἀθλοφόρε, τῶν ἐκ τῆς Ἄγαρ μηχανὰς ἐτροπώσω, καὶ ἐναθλήσας ἔνδοξε στεῤῥότατα, ξίφος κατεπάλαισας, δυσμενῶν ἀοράτων, ὅθεν τὸ διάδημα, ἀνεπλέξω τῆς νίκης, ὑπὲρ ἡμῶν ἱκέτευε Χριστὸν, νέε Νικήτα τῶν πίστει τιμώντων σε.
Κοντάκιον
Ἦχος δ΄. Ὁ Ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Νεοφανὴς ὥσπερ ἀστὴρ ἀθλοφόρε, ἐξανατείλας τῇ σεπτῇ Ἐκκλησίᾳ, τῶν εὐσεβῶν κατηύγασας τὰ πρόσωπα, πόθῳ εὐφημούντων σε, καὶ τελούντων Νικήτα, σῆς στεῤῥᾶς ἀθλήσεως, τὴν ὑπέρλαμπρον μνήμην, καὶ ἐκβοώντων· δόξα σοι Χριστὲ, τῷ τὸν ὁπλίτην τὸν σὸν στεφανώσαντι.
Κάθισμα
Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Μαρτῦρων ἐν αἵματι, καλλωπιζόμενος, Κυρίῳ παρίστασαι τῷ τοῦ παντὸς βασιλεῖ, Νικήτα πανεύφημε, ὅθεν ἐν εὐφροσύνῃ τὴν ἁγίαν σου μνήμην, σήμερον ἐκτελοῦμεν, ὀφλημάτων τὴν λύσιν, αἰτούμενοι, εὑρεῖν διὰ σοῦ, καὶ μέγα ἔλεος.
Ὁ Οἶκος
Τοῦ ἀθλοφόρου τὴν ὑπέρλαμπρον μνήμην, δεῦτε πάντες τῶν ὕμνων τοῖς στεφάνοις λαμπρῶς καταστέψωμεν, καὶ γὰρ οὗτος ὁ τῆς ἐπουρανίου νίκης φερώνυμον κλῆσιν πλουτῶν, τὸν παλαιὸν πτερνιστὴν ἐν ἀπαλῷ κομιδῇ τῷ σώματι ἐκνικήσας, ὀμβρίζει ἀντὶ αἱμάτων ἱερῶν, ἰαμάτων τὰ ῥεύματα, σὺν τούτοις δὲ πᾶσι χαίρει Χριστῷ, καὶ δίδωσιν εἰρήνην ἀνέκλειπτον, τοῖς ἐκ πόθου βοῶσι· δόξα σοι Χριστὲ, τῷ τὸν ὁπλίτην τὸν σὸν στεφανώσαντι.
Μεγαλυνάριον
Μάρτυς ἀθλοφόρε ταῖς πρὸς Θεὸν, ἱεραὶς εὐχαῖς σου, διατήρει τοὺς εὐλαβῶς, τῇ σῇ θείᾳ σκέπῃ, προσφεύγοντας ἐκ πάντων, παθῶν τε καὶ κινδύνων, ψυχῆς καὶ σώματος.
Ἕτερον Μεγαλυνάριον
Νίκης διαδήματι κατ’ ἐχθρῶν, ἐστέφθης Νικήτα, φερωνύμως παρὰ Χριστοῦ, καὶ νῦν σὺν Μαρτύρων τοῖς δήμοις Ἀθλοφόρε, γηθόμενος ἀφράστως, Αὐτῷ παρίσταται.