Ἀπολυτίκιον
Ἦχος δ´
Ὁ Μάρτυς σου Κύριε, ἐν τῇ ἀθλήσει αὐτοῦ, τὸ στέφος ἐκομίσατο τῆς ἀφθαρσίας, ἐκ σοῦ τοῦ Θεοῦ ἡμῶν· ἔχων γὰρ τὴν ἰσχύν σου, τοὺς τυράννους καθεῖλεν ἔθραυσε καὶ δαιμόνων τὰ ἀνίσχυρα θράση. Αὐτοῦ ταῖς ἱκεσίαις Χριστὲ ὁ Θεός, σῶσον τὰς ψυχὰς ἡμῶν.
Ἕτερον Ἀπολυτίκιον (Κατέβασμα)
Ἦχος δ’. Ταχὺ προκατάλαβε.
Χριστῷ στρατευσάμενος, τῷ Βασιλεῖ τοῦ παντός, γενναίως διέκοψας, τὰς παρατάξεις ἐχθρῶν. Ἑρμεία πανένδοξε· σὺ γὰρ ἐγκαρτερήσας, πολυτρόποις αἰκίαις, ἤθλησας ἐν τῷ γήρᾳ, ὡς τοῦ Λόγου ὁπλίτης· ὧ πρέσβευε Ἀθλοφόρε, σώζεσθαι ἅπαντας.
Κοντάκιον
Ἦχος γ’. Ἡ Παρθένος σήμερον.
Τοῦ Χριστοῦ τὸ ὄνομα, ὁμολογήσας εὐτόνως, καὶ σφοδρῶν κολάσεων, ὑπενεγκὼν τὰς ὀδύνας, ᾔσχυνας, τῶν παρανόμων τὰς ἐπινοίας· ἔδειξας, τῆς εὐσεβείας πᾶσι τὸ κράτος· διὰ τοῦτό σε Ἑρμεία, ὁ Ἀθλοθέτης Λόγος ἐδόξασε.
Μεγαλυνάριον
Ὄπλοις ἀληθείας περιφραχθείς, κάθεῖλες τοῦ ψεύδους, Ἀθλοφόρε τὸν εὑρετήν, ἐν γήρᾳ νεάζον, ψυχῆς φρόνημα φέρων, καὶ ἤθλησας νομίμως, Ἑρμεία ἔνδοξε.