Ἀπολυτίκιον (Κατέβασμα)
Ἦχος γ’. Θείας πίστεως.
Ζῆλος ἔνθεος, καταλαβῶν σε, τοῦ γνωσθέντος σοι, σαρκὸς ἐν εἴδει, ζηλωτὴν ἐν Ἀποστόλοις ἀνέδειξε καὶ τοῦ Δεσπότου ζηλώσας τὸν θάνατον, διὰ Σταυροῦ πρὸς αὐτὸν ἐξεδήμησας, Σίμων ἔνδοξε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἠμὶν τὸ μέγα ἔλεος.
Ἕτερον Ἀπολυτίκιον
Ἦχος γ’.
Ἀπόστολε Ἅγιε Σίμων, πρέσβευε τῷ ἐλεήμονι Θεῷ, ἵνα πταισμάτων ἄφεσιν παράσχῃ ταῖς ψυχαῖς ἡμῶν
Κοντάκιον
Ἦχος β’. Τοὺς ἀσφαλεῖς.
Τὸν ἀσφαλῶς τὰ τῆς σοφίας δόγματα, ἐν ταῖς ψυχαῖς τῶν εὐσεβούντων θέμενον, ἐν αἰνέσει μακαρίσωμεν, τὸν θεηγόρον πάντες Σίμωνα· τῷ θρόνῳ γὰρ τῆς δόξης νῦν παρίσταται, καὶ σὺν τοῖς Ἀσωμάτοις ἐπαγάλλεται, πρεσβεύων ἀπαύστως ὑπὲρ πάντων ἡμῶν.