Ἀπολυτίκιον
Ἦχος δ’. Ταχὺ προκατάλαβε.
Ἐκ γῆς ὁ καλέσας σε, πρὸς αἰωνίους μονάς, τηρεῖ καὶ μετὰ θάνατον ἀδιαλώβητον, τὸ σῶμά σου, Ἅγιε, σὺ γὰρ ἐν σωφροσύνῃ, καὶ σεμνῇ πολιτείᾳ, μάκαρ ἐπολιτεύσω, μὴ μολύνας τὴν σάρκα· διὸ ἐν παῤῥησίᾳ Χριστῷ, πρέσβευε σωθῆναι ἡμᾶς.
Κοντάκιον
Ἦχος γ’. Ἡ Παρθένος σήμερον.
Ἡ σεπτή σου σήμερον, ἡμᾶς συνήθροισε μνήμη, ἐν τῇ θείᾳ λάρνακι, τῶν ἱερῶν σου λειψάνων· πάντες οὖν, οἱ προσιόντες καὶ προσκυνοῦντες, ἅπασαν, δαιμόνων βλάβην ἀποσοβοῦνται, καὶ ποικίλων νοσημάτων, λυτροῦνται τάχος μάκαρ Εὐδόκιμε.
Κάθισμα
Ἦχος δ’. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Εὐδοκιμήσας ἀγαθαῖς ἐργασίαις, ἐδοκιμάσθης ὡς χρυσὸς ἐν καμίνῳ, τοῖς πειρασμοῖς Εὐδόκιμε ἀοίδιμε· ὅθεν μετὰ θάνατον, ἀναβλύζεις πλουσίως, θαύματα ὡς νάματα, καὶ νοσήματα παύεις, ὑπὲρ ἡμῶν ἀεὶ ἐκδυσωπῶν, ὅπως πταισμάτων συγχώρησιν λάβωμεν.
Μεγαλυνάριον
Εὐδόκιμος πέφηνας τῷ Θεῷ, ἐν δικαιοσύνῃ, τὸν σὸν βίον διαδραμών· ὃ λαθὼν γὰρ ἔσχες, ἐγνώσθη μετὰ τέλος, Εὐδόκιμε θεόφρον, πρὸς θείαν αἴνεσιν.