Ἀπολυτίκιον (Κατέβασμα)
Ἦχος δ’. Ταχὺ προκατάλαβε.
Τετράριθμον σύνταγμα, τῶν Ἀθλητῶν τοῦ Χριστοῦ, Λαζάριον μέλψωμεν, σὺν Γερβασίω ὁμού, Προτάσιον Κέλσιον οὗτοι γὰρ τὴν Τριάδα, ἀνεκήρυξαν πάσι, λύσαντες δι' ἀγώνων, τὴν πολύθεον πλάνην. Αὐτῶν Χριστὲ ἰκεσίαις, πάντας ἐλέησαν.
Κοντάκιον
Ἦχος α’. Χορός, Ἀγγελικὸς.
Μαρτύρωv τοῦ Xριστοῦ, τὴv τετράριθμον δόξαv, ὑμνήσωμεν πιστοί, εὐφημίαις ἀσμάτωv, Ναζάριοv Προτάσιον, καὶ Γερβάσιον Κέλσιον, οὗτοι ἤθλησαν μέχρι τομῆς καὶ θανάτου, οὗτοι στέφαvον, τῆς ἀφθαρσίας λαβόντες, αἰτοῦσι σωθῆναι ἡμᾶς.
Κάθισμα
Ἦχος α’. Τὸν τάφον σου Σωτὴρ.
Τεσσάρων Ἱερῶν, ἀθλησάντων Μαρτύρων, τὴν θείαν καὶ σεπτήν, ἑορτάζομεν μνήμην, τρυφῶντες τὰ θαύματα, καθ' ἑκάστην ὡς νάματα, ἅπερ βρύουσιν, ἐκ τῶν τιμίων λειψάνων, ἀποπαύοντες, τὰς τῶν πιστῶν ἀσθενείας, δυνάμει τοῦ Πνεύματος.
Ὁ Οἶκος
Τῶν Ἀθλοφόρων τὴν ἄθλησιν, τὰ παλαίσματα, καὶ τὸν ἔνδοξον θάνατον, δεῦτε φιλέορτοι ἅπαντες, ὕμνοις ἐγκωμίων καὶ ᾠδαῖς εὐφημήσωμεν τὴν τετράριθμον φάλαγγα, τὸν σοφὸν Προτάσιον, σὺν τούτῳ Γερβάσιον, καὶ τὸν θεῖον Ναζάριον, ἅμα Κελσίῳ τῷ θεηγόρῳ καὶ νέῳ πεφηνότι· ὅτι πᾶσαν τῶν Ἑλλήνων ἀπετέφρωσαν μανίαν, καθομολογοῦντες τὸν Χριστόν, Θεὸν μέγαν, πρὸ αἰώνων βασιλεύοντα σὺν Πατρὶ καὶ Πνεύματι, νῦν δὲ μετὰ θάνατον, αἰτοῦσι σωθῆναι ἡμᾶς.