Ἀπολυτίκιον
Ἦχος δ’.
Κανόνα πίστεως, καὶ εἰκόνα πραότητος, ἐγκρατείας διδάσκαλον, ἀνέδειξε σε τῇ ποίμνῃ σου, ἡ τῶν πραγμάτων ἀλήθεια· διὰ τοῦτο ἐκτήσω τῇ ταπεινώσει τὰ ὑψηλά, τῇ πτωχείᾳ τὰ πλούσια. Πάτερ Ἱεράρχα Ἀβέρκιε, πρέσβευε Χριστῷ τῷ θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Ἕτερον Ἀπολυτίκιον (Κατέβασμα)
Ἦχος πλ. α’. Τὸν συνάναρχον Λόγον.
Ἀποστόλων τὸν ζῆλον ἐκμιμησάμενος, τὴ Ἐκκλησία ἐκλάμπεις ὡς ἑωσφόρος ἀστήρ, τὴν θεόσδοτον ἰσχὺν φαίνων τοὶς ἔργοις σοί, σὺ γὰρ θαυμάτων ἱερῶν, τᾶς δυνάμεις ἐνεργῶν, Ἀβέρκιε Ἱεράρχα, πρὸς εὐσέβειας εἰσόδους, τοὺς πλανωμένους καθωδήγησας.
Κοντάκιον
Ἦχος δ’. Ὡς ἀπαρχὰς.
Ὡς Ἱερέα μέγιστον, καὶ Ἀποστόλωv σύσκηvοv, ἡ Ἐκκλησία γεραίρει σε ἅπασα, ἡ τῶν πιστὼv Ἀβέρκιε, ἢv ταῖς σαῖς ἰκεσίαις περιφύλαττε μάκαρ, ἀκαταγώvιστον, ἐξ αἱρέσεως πάσης, καὶ ἄσειστοv πολυθαύμαστε.
Κάθισμα
Ἦχος πλ. δ’. Τὴν Σοφίαν καὶ Λόγον.
Ἱεράρχης ἐδείχθης χρῖσμα σεπτόν, περικείμενος Πάτερ θεουργικῶς, καὶ πάντας ἐν χάριτι, τελειῶν ἱερώτατε, δωρεαῖς δὲ θείων, θαυμάτων κοσμούμενος, ἐνεργεῖς σημεῖα, καὶ θαύματα ἄπειρα, νόσους θεραπεύων, καὶ τοὺς δαίμονας φλέγων, καὶ πλήθη πλανώμενα, ἐπιστρέφων Ἀβέρκιε· διὰ τοῦτο βοῶμέν σοι· Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν Ἁγίαν μνήμην σου.
Ὁ Οἶκος
Ὡς πολύς σου ὁ πλοῦτος τῆς χάριτος! ἀριθμὸς δὲ οὐκ ἔστι τῆς δόξης σου· ἐκ μὴ ὄντων γὰρ πάντα παρήγαγες,ὁρατὰ καὶ ἀόρατα Κύριε. Αὐτὸς οὖν φιλάνθρωπε, δώρησαι τῇ βεβήλῳ καρδίᾳ μου αἴνεσιν θείαν, ὁ ὑπ' Ἀγγέλων ἀπαύστως ὑμνούμενος, ἵνα τὸν Ἱεράρχην τιμήσω, τὸν ὡς ἀληθῶς πολυθαύμαστον.