Ἀπολυτίκιον (Κατέβασμα)
Ἦχος δ’. Ὁ ὑψωθεῖς ἐν τῷ Σταυρῷ.
Φιλοσοφίας ταὶς ἀκτίσιν ἐκλάμπων, θεογνωσίας ὑποφήτης ἐδείχθης, σαφῶς παραταξάμενος κατὰ τῶν δυσμενῶν σὺ γὰρ ὠμολόγησας, ἀληθείας τὴν γνῶσιν, καὶ Μαρτύρων σύσκηνος, δι' ἀθλήσεως ὤφθης, μεθ' ὧν δυσώπει πάντοτε Χριστόν, ὢ Ἰουστίνε, ὑπὲρ τῶν ψυχῶν ἠμῶν.
Κοντάκιον
Ήχος β'. Τους ασφαλείς
Τον αληθή, της ευσεβείας κήρυκα, και ευκλεή, των μυστηρίων ρήτορα, Ιουστίνον τον φιλόσοφον, μετ' εγκωμίων ευφημήσωμεν δυνάμει γαρ σοφίας τε και χάριτος, τον λόγον κατετράνωσε της πίστεως, αιτούμενος πάσι θείαν άφεσιν.
Μεγαλυνάριον
Χάριτι σοφίας καταυγασθείς, ως αυτοσοφίαν, εθεράπευσας τον Χριστόν, υπέρ ου ενδόξως, αθλήσας Ιουστίνε, συν τούτω εις αιώνας, δοξάζη ένδοξε.