Ἀπολυτίκιον
Ἦχος γ’. Αὐτόμελον.
Θείας πίστεως ὁμολογία, ἄλλον Παῦλόν σε τῇ Ἐκκλησίᾳ, ζηλωτὴν ἐν ἱερεῦσιν ἀνέδειξε· συνεκβοᾷ σοι καὶ Ἄβελ πρὸς Κύριον, καὶ Ζαχαρίου τὸ αἷμα τὸ δίκαιον. Πάτερ Ὅσιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Κοντάκιον
Ἦχος β’. Τὰ ἄνω ζητῶν.
Ἀστράψας ἐν γῇ, ὡς ἄστρον οὐρανόφωτον, τὴν καθολικήν, φωτίζεις Ἐκκλησίαν νῦν, ὑπὲρ ἧς καὶ ἤθλησας, τὴν ψυχήν σου Παῦλε προθέμενος, καὶ ὡς Ζαχαρίου καὶ Ἀβελ τρανῶς, βοᾷ σου τὸ αἷμα πρὸς Κύριον.
Κάθισμα
Ἦχος πλ. δ’. Τὴν Σοφίαν.
Ὡς τοῦ σκεύους ὑπάρχων τῆς ἐκλογῆς, καὶ ὁμώνυμος Πάτερ καὶ μιμητής, κινδύνους ὑπέμεινας, καὶ διωγμοὺς ὑπὲρ πίστεως, καὶ ὡς αὐτὸς τὴν Ῥώμην, κατέλαβες Ὅσιε, πανταχοῦ κηρύσσων, Τριάδος τὸ ὁμότιμον· ὅθεν καὶ τὸν δρόμον, ἐν Ἀρμενίᾳ τελέσας, ἀξίως ἀπείληφας, ἐκ Κυρίου τὸν στέφανον, καταισχύνας τὸν Ἄρειον· Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.
Ὁ Οἶκος
Ὁμολογίας στύλος ὑπάρχεις, καὶ ὁμώνυμος Παύλου τοῦ φωστῆρος τῆς γῆς, ὁμότροπός τε καὶ σύναθλος, τὰ στίγματα τοῦ Ἰησοῦ βαστάζων ἐν τῷ σώματι, Παῦλε ἰερομύστα· καὶ ἐν αὐτοὶς ἐντρυφῶν, καὶ καυχώμενος πάντοτε, ἐνώπιον βασιλέων κακοδόξων ὤφθης ἱστάμενος, καὶ μὴ πτοούμενος, μᾶλλον δὲ δυναμούμενος. Ὅθεν τρανώτερον βοᾷ σου τὸ αἷμα πρὸς Κύριον.