Ἀπολυτίκιον
Ἦχος δ’. Ταχύ προκατάλαβε.
Σοφίας τὴν ἔλλαψιν ὡς καθαρὸς μυηθείς, δογμάτων ὀρθότητος φωτοειδεὶς ἀστραπὰς ἐκλάμπεις τοῖς πέρασι· σὺ γὰρ τὴν ἐν Τριάδι ὁμοούσιον φύσιν ἐκήρυξας, ἀσυγχύτως καθελῶν τὰς αἱρέσεις. Διό σε, ἱεράρχα Ἀμφιλόχιε, Χριστὸς ἐδόξασε.
Κοντάκιον
Ἦχος β’. Τὰ ἄνω ζητῶν.
Ἡ θεία βροντή, ἡ σάλπιγξ ἡ τοῦ Πνεύματος, πιστῶν φυτουργέ, καὶ πέλεκυς τῶν αἱρέσεων, Ἱεράρχα, Ἀμφιλόχιε, τῆς Τριάδος θεράπον μέγιστε, σὺν Ἀγγέλοις πέλων ἀεί, πρεσβεύων μὴ παύσῃ ὑπὲρ πάντων ἡμῶν.
Κάθισμα
Ἦχος δ’. Ταχὺ προκατάλαβε.
Λαμπρύνεις τὰ πέρατα, ἐν τῇ σῇ μνήμῃ σοφέ, τὸ σῶμα ἐκβλύζει σου, τῶν ἰαμάτων πηγάς, Ἀμφιλόχιε ἔνδοξε· ὅθεν καὶ ἀσθενείας, ἀπαλλάττεις παντοίας, πίστει τούς προσιόντας, τῷ σεπτῷ σου τεμένει, καὶ νῦν πταισμάτων τὴν λύσιν, αἴτησαι πᾶσιν ἡμῖν.