Ἀπολυτίκιον
Ὁσίως τὸν βίον σου διαπεράσας σοφέ, ποδήρει κεκόσμησαι ἱερωσύνης φαιδρῷ, ἱερόαθλε Μόδεστε, ὅθεν καὶ ἐναθλήσας προθυμότατα πάτερ, νῦν ἐν ἀγαλλιάσει τῷ Χριστῷ συναγάλλη, πρεσβεύων ὑπὲρ πάντων ἡμῶν τῶν εὐφημούντων σε.
Ἕτερον Ἀπολυτίκιον
Ἦχος γ’. Θείας πίστεως.
Θείων ἔργων σου, τὴ ἐπιδείξει, πάσαν εὔφρανας, Σιῶν τὴν θείαν, τῶν Ἀποστόλων πλουτήσας τὴν ἔλλαμψιν, καὶ τῷ Σωτήρι ὁσίως ἱερεύσας, ἱεραρχία καὶ βίου λαμπρότητι. Πάτερ Μόδεστε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἠμὶν τὸ μέγα ἔλεος.
Κοντάκιον
Ήχος γ'. Η Παρθένος σήμερον.
Ιακώβου μάκαρ σε, του αδελφού του Κυρίου, αρετών διάδοχον, ως και του θρόνου και τέλους, στέφομεν την θείαν σου κάραν ως ειδότες, κράζοντες` μη υπερίδης τους σους ικέτας, τους την μνήμην σου τελούντας, Ιερέων και Μαρτύρων Μόδεστε καύχημα.
Ὁ Οἶκος
Των ιερέων το έκλαμπρον κλέος, και των Μαρτύρων την πάντερπνον δόξαν, δεύτε πάντες εν ύμνοις των ασμάτων πιστοί Μόδεστον ευφημήσωμεν` τον γαρ εχθρόν εκνικήσας Βελίαρ εν άθλοις σεπτοίς, ομβρίζει ημίν αντί αιμάτων ιερών ιαμάτων ακένωτα ρεύματα τοις τελούσι την μνήμην αυτού την υπέρλαμπρον και βοώσι προς αυτόν μετά δεούσης προθυμίας και πίστεως` Χαίροις των Ιερέων και Μαρτύρων Μόδεστε καύχημα.