Ἀπολυτίκιον
Ἦχος β’.
Μεγάλα τὰ τῆς πίστεως κατορθώματα! ἐν τῇ πηγῇ τῆς φλογός, ὡς ἐπὶ ὕδατος ἀναπαύσεως, οἱ ἅγιοι τρεῖς παῖδες ἠγάλλοντο· καὶ ὁ Προφήτης Δανιήλ, λεόντωv ποιμήv, ὡς προβάτων ἐδείκνυτο. Ταῖς αὐτῶν ἰκεσίαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς.
Κοντάκιον
Ἦχος πλ. β’ . Αὐτόμελον.
Χειρόγραφον εἰκόνα μὴ σεβασθέντες, ἀλλ᾽ ἀγράφῳ οὐσίᾳ θωρακισθέvτες, τρισμακάριοι ἐν τῷ σκάμματι, τοῦ πυρὸς ἐδοξάσθητε· ἐν μέσῳ δὲ φλογός, ἀvυποστάτου ἱστάμεvοι, Θεὸν ἐπεκαλεῖσθε· Τάχυνοv ὦ οἰκτίρμωv, καὶ σπεῦσον ὡς ἐλεήμωv, εἰς τὴv βοήθειαν ἡμῶv, ὅτι δύνασαι βουλόμενος.
Ἕτερον Κοντάκιον
Ἦχος γ’ Ἡ Παρθένος σήμερον.
Καθαρθεῖσα Πνεύματι, ἡ καθαρά σου καρδία, προφητείας γέγονε, φαεινοτάτης δοχεῖον· βλέπεις γὰρ ὡς ἐνεστῶτα τὰ μακρὰν ὄντα, λέοντας, ἀποφιμοῖς δὲ βληθείς ἐν λάκκῳ· διὰ τοῦτό σε τιμῶμεν, Προφῆτα Μάκαρ, Δανιὴλ Ἔνδοξε.
Κάθισμα
Ἦχος πλ. δ’. Τὴν Σοφίαν καὶ Λόγον.
Προφητείας τὴν χάριν πεπλουτηκώς, τῆς Παρθένου τὸν Τόκον σκιαγραφεῖς, καὶ λύεις ὀνείρατα, τῶν κρατούντων σαφέστατα, ἐμβληθεὶς δὲ λάκκῳ, ὡς Μάρτυς ἐδίδαξας, παραδόξως Μάκαρ, νηστεύειν τοὺς λέοντας· ὅθεν καταστρέψας, τῶν ἀθέων τὸ σέβας, τὸν δράκοντα ἔκτεινας, ἀριστεύσας λαμπρότατα, Δανιὴλ Ἀξιάγαστε. Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.
Ὁ Οἶκος
Ἐκτεινόν σου τὴν χεῖρα, ἧς πάλαι ἔλαβον πεῖραν Αἰγύπτιοι πολεμοῦντες, καὶ Ἑβραῖοι πολεμούμενοι, μὴ καταλίπῃς ἡμᾶς, καὶ καταπίῃ ἡμᾶς θάνατος, ὁ διψῶν ἡμᾶς, καὶ Σατᾶν ὁ μισῶν ἡμᾶς, ἀλλ' ἔγγισον ἡμῖν, καὶ φεῖσαι τῶν ψυχῶν ἡμῶν, ὡς ἐφείσω ποτὲ τῶν Παίδων σου, τῶν ἐν Βαβυλῶνι ἀπαύστως ἀνυμνούντων σε, καὶ βληθέντων ὑπὲρ σοῦ εἰς τὴν κάμινον, καὶ ἐκ ταύτης κραυγαζόντων σοι. Τάχυνον ὁ οἰκτίρμων, καὶ σπεῦσον ὡς ἐλεήμων, εἰς τὴν βοήθειαν ἡμῶν, ὅτι δύνασαι βουλόμενος.