Ἀπολυτίκιον
Ἦχος δ’. Ταχύ προκατάλαβε.
Οἱ Μάρτυρές σου Κύριε, ἐν τῇ ἀθλήσει αὐτῶν, τὸ στέφος ἐκομίσαντο τῆς ἀφθαρσίας, ἐκ σοῦ τοῦ Θεοῦ ἡμῶν· σχόντες γὰρ τὴν ἰσχύν σου, τοὺς τυράννους καθεῖλον· ἔθραυσαν καὶ δαιμόνων τὰ ἀνίσχυρα θράση. Αὐτῶν ταῖς ἱκεσίαις Χριστέ ὁ Θεός, σῶσον τὰς ψυχὰς ἡμῶν.
Ἕτερον Ἀπολυτίκιον
Ἦχος γ’. Θείας πίστεως.
Θείας πίστεως, τῇ ἐπιγνώσει, πᾶσαν ἔλιπες, πατρῴαν πλάνην, καὶ Χριστῷ κατηκολούθησας Χρύσανθε, ᾧ καὶ προσάγεις Δαρείαν τὴν πάνσεμνον, καὶ σὺν αὐτῇ τὸν ἀγῶνα ἐτέλεσας. Μεθ' ἧς πρέσβευε, δοθῆναι τοῖς σὲ γεραίρουσι, πταισμάτων ἱλασμὸν καὶ μέγα ἔλεος.
Ἕτερον Ἀπολυτίκιον
Tὴν σύμπνουν ξυνωρίδα τῶν μαρτύρων τιμήσωμεν, Χρύσανθον ἁγνείας τὸ ἄνθος καὶ Δαρείαν τὴν πάνσεμνον· τῇ πίστει ἑνωθέντες γὰρ σεπτῶς, ἐδείχθησαν τοῦ Λόγου κοινωνοί, ἐναθλήσαντες νομίμως ὑπὲρ αὐτοῦ καὶ σῴζουσι τοὺς ψάλλοντας· δόξα τῷ ἐνισχύσαντι ὑμᾶς, δόξα τῷ στεφανώσαντι, δόξα τῷ ἐνεργοῦντι δι' ἡμῶν πᾶσιν ἰάματα.
Κοντάκιον
Ἦχος α’. Χορὸς Ἀγγελικός.
Ὡς κρίνον χρυσαυγές, τήν ὀσμήν εὐσεβείας, ἐμπνεύσας δαψιλῶς, Χρύσανθε Ἀθλοφόρε, πρὸς γνῶσιν σωτήριον, τήν Δαρείαν ἐφείλκυσας, μεθ᾽ἧς ἤθλησας, καὶ τὸν ἀρχέκακον ὄφιν, τροπωσάμενος, πρός ἀκηράτους παστάδας, ἀξίως ἐπήρθητε.
Κάθισμα
Ἦχος γ’. Τὴν ὡραιότητα.
Τὸ ὡραιότατον κάλλος ἐπόθησας καὶ τὰ ὁρώμενα κάλλη παρέδραμες, καὶ προσηγάγω τῷ Χριστῷ, χρυσέοις Μάρτυς λόγοις σου, Χρύσανθε μακάριε, τὴν Δαρείαν τὴν ἔνδοξον, ἄθλους διανύσασαν, καὶ τυράννους αἰσχύνασαν, μεθ' ἧς ἡμῶν μνημόνευσε πάντων, τῶν πίστει τελούντων τὴν μνήμην ὑμῶν.
Μεγαλυνάριον
Σύμφρονες ὁμόζυγοι Ἀθληταί, οἱ τοῦ Ζωοδότου, πειθαρχήσαντες τῷ ζυγῷ, χαίρετε ἀπαύστως, Χρύσανθε καὶ Δαρεία, τῆς παγκαλοῦς ἁγνείας, τερπνὰ ἀλάβαστρα.