Ἀπολυτίκιον
Ἦχος δ’. Ταχὺ προκατάλαβε.
Προφήτης θεόληπτος, οἴα θεράπων Θεοῦ, τῷ κόσμῳ ἐνδέδειξαι, ἀνακαθάρας τὸν νοῦν, Ἀγγαῖε πανεύφημε, ὅθεν ἑορταζόντων, ἔνθα πέφυκεν ἦχος, ἤρθης ὡς ἑορτάζων, ἐν Θεῷ φερωνύμως, ὦ πρέσβευε θεηγόρε, σώζεσθαι ἅπαντας.
Ἕτερον Ἀπολυτίκιον
Ἦχος β’.
Τοῦ Προφήτου σου Ἀγγαίου τὴν μνὴμην, Κύριε ἑορτάζοντες, δι᾽ αὐτοῦ σε δυσωποῦμεν· Σῶσον τὰς ψυχὰς ἡμῶν.
Κάθισμα
Ἦχος α’. Τὸν τάφον σου Σωτὴρ.
Ὁ πάντα ὡς Θεός, ἐφορῶν καὶ γινώσκων, ψυχῆς τὸ καθαρόν, καταυγάσας σου ὄμμα, Προφῆτα πανεύφημε, ὁδηγὸν κόσμῳ ἔδειξεν· ὅθεν μνήμην σου, τὴν ἱερὰν ἐκτελοῦντες, πρέσβυν ἄριστον, καὶ πρὸς Θεὸν σε μεσίτην, Ἀγγαῖε προσάγομεν.