Ἀπολυτίκιον
Ἦχος γ’. Θείας πίστεως.
Ἔργοις ἔλαμψας, τῆς εὐσέβειας, πᾶσαν ηὔγασας, τὴν Ἐκκλησίαν, τῆς ταπεινώσεως τρόποις ὑψούμενος, ἀσκητικῶς δοξασθεῖς γὰρ ἐν Ἄθωνι, Πατριαρχῶν καλλονὴ ἐχρημάτισας. Νήφων ἔνδοξε, θείων χαρίτων ἔμπλησον, τοὺς πίστει καὶ πόθω σὲ μεγαλώνοντας.
Κοντάκιον
Ἦχος πλ. δ΄. Τῇ Ὑπερμάχῳ.
Τῆς Ἐκκλησίας λύχνος ὤφθης παμφαέστατος, τῇ καθαρότητι σοφὲ τῆς πολιτείας σου, τὰς τοῦ Πνεύματος ἐλλάμψεις καταπλουτήσας. Ἀλλ’ ὡς σκεῦος ἀρετῶν καὶ ὑποτύπωσις, καθοδήγησον ἡμᾶς πρὸς βίον κρείττονα, τοὺς βοῶντάς σοι: Χαίροις Νήφων Πατὴρ ἡμῶν.
Κάθισμα
Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Ἐγκρατείας τοῖς πόνοις καλλωπιζόμενος, ἀρχιερεὺς θεοφόρος καὶ λειτουργὸς ἱερός, Ἐκκλησίας τοῦ Χριστοῦ ὤφθης ἐν Πνεύματι, καὶ πρὸς ἀγάπην θεϊκῆν, καὶ τὸν φόβον τοῦ Θεοῦ, παιδεύεις Νήφων παμμάκαρ, ταῖς πρακτικαῖς ὑποθήκαις, καὶ τῷ τοῦ βίου ὑποδείγματι.
Ὁ Οἶκος
Ἄγγελος ἐν τῷ κόσμῳ, Νήφων Ἀρχιεράρχα, ἐδείχθης οὐρανίῳ σου βίῳ· καὶ Ἀποστολικαῖς δωρεαῖς, τῆς Ἐκκλησίας φαιδρύνεις τὸ πλήρωμα· διό σου τὴν λαμπρότητα, θαυμάζοντες, ἀναβοῶμεν·
Χαῖρε, Χριστοῦ ὀ θεῖος θεράπων·
χαῖρε, φωτὸς ἀΰλου θεάμων.
Χαῖρε, Ἐκκλησίαςὁ λύχνος ὁ πάμφωτος·
χαῖρε, τῆς Δακίας φωστὴρ καὶ διδάσκαλος.
Χαῖρε ὕψος ταπεινώσεως δυσκατόρθωτον πολλοῖς·
χαῖρε βάθος θείας γνώσεως καὶ ἀγάπης θεϊκῆς.
Χαῖρε, τῶν ἐν Ἄθῳ μοναζόντων ἀλείπτης·
χαῖρε, τῆς εὐσεβείας ἱερὸς ὑποφήτης.
Χαῖρε, πυρσὸς δογμάτων τῆς πίστεως·
χαῖρε, λαμπρὸν ταμεῖον τῆς χάριτος.
Χαῖρε, ποιμὴν Βυζαντίου ὁ μέγας·
χαῖρε, Μονῆς τοῦ Προδρόμου τὸ γέρας.
Χαίροις, Νήφων Πατὴρ ἡμῶν.