Ἀπολυτίκιον
Ἦχος γ’. Τὴν ὡραιότητα.
Ἡ καλλικέλαδος, θεόφρον γλῶσσα σου, λαμπρῶς κηρύξασα, Χριστοῦ τὴν σάρκωσιν, συναθλητᾶς σοὶ εὐκλεεῖς, εἰλκύσατο ἐν σταδίῳ, Μηνᾷ παμμακάριστε, Ἐρμογένην τὸν ἔνδοξον, καὶ τὸν θεῖον Εὔγραφον, μεθ' ὧν χαίρων ἠγώνισαι. Καὶ νῦν τὴν Παναγίαν Τριάδα, ὑπὲρ ἠμῶν ἐκδυσωπεῖτε.
Ἕτερον Ἀπολυτίκιον
Ἦχος πλ. δ’. Τὸ προσταχθὲν.
Δι' ἐγκρατείας, τῶν παθῶν τὰς πυριφλέκτους, ἀπονεκρώσαντες ὁρμὰς καὶ τὰς κινήσεις, τοῦ Χριστοῦ οἱ Μάρτυρες ἔλαβον τὴν χάριν, τὰς νόσους ἀποδιώκειν τῶν ἀσθενῶν, καὶ ζῶντες καὶ μετὰ τέλος θαυματουργεῖν· ὄντως θαῦμα παράδοξον! ὅτι ὀστέα γυμνά, ἐκβλύζουσιν ἰάματα. Δόξα τῷ μόνῳ Θεῷ ἡμῶν.
Κοντάκιον
Ἦχος δ’. Ἐπεφάνης σήμερον.
Τῆς στρατείας ἥρπασε, σὲ τῆς προσκαίρου, καὶ ἀφθάρτου ἔδειξε, συγκληρονόμον ὦ Μηνᾶ, σὺν τοῖς συνάθλοις σου Κύριος, ὁ παρασχών σοι τὸν ἄφθαρτον στέφανον.
Κάθισμα
Ἦχος πλ. δ’. Τὴν Σοφίαν καὶ Λόγον.
Παρωσάμενοι δόξαν τὴν κοσμικήν, ἐπτερώθησαν δόξῃ τῇ θεϊκῇ, Μηνᾶς Ἑρμογένης τε, καὶ ὁ ἔνδοξος Εὔγραφος, καὶ προθύμῳ γνώμῃ, τὸν ὄγκον ὑπέμειναν, τῶν δεινῶν βασάνων, σαρκὸς μὴ φεισάμενοι· ὅθεν μετὰ τέλος, εἰς βυθοὺς θαλαττίους, ῥιφέντες ἰθύνθησαν, πρὸς λιμένα οὐράνιον, οἷς ἐν πίστει βοήσωμεν. Πρεσβεύσατε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην ὑμῶν.