Ἀπολυτίκιον (Κατέβασμα)
Ἦχος δ’. Ὁ ὑψωθεῖς ἐν τῷ Σταυρῷ.
Ἡ πενταυγὴς τῶν ἀθλοφόρων χορεία, τῇ τῶν ἀγώνων νοητῇ δαδουχίᾳ, τὴν οἰκουμένην ἅπασαν αὐγάζει νοητῶς· ὁ σοφὸς Εὐστράτιος, σὺν Αὐξεντίῳ τῷ θείῳ, Ὀρέστης καὶ Μαρδάριος καὶ Εὐγένιος ἅμα, οὗς εὐφημοῦντες εἴπωμεν πιστοί· χαίροις μαρτύρων πεντάριθμε σύλλογε.
Κοντάκιον
Ἦχος β’. Τὴν ἐν πρεσβείαις.
Φωστὴρ ἐφάνης λαμπρότατος Χριστοκήρυξ, τοῖς ἐν σκότει τῆς ἀγνωσίας καθημένοις· πίστιν ὡς δόρυ δὲ περιθέμενος, τῶν δυσμενῶν τὰ θράση, οὐκ ἐπτοήθης Εὐστράτιε, Ῥητόρων ὑπάρχων εὐγλωττότερος.
Κάθισμα
Ἦχος πλ. δ’. Τὴν Σοφίαν καὶ Λόγον.
Της Τριάδος τῇ πίστει ὀχυρωθείς, ἀληθείας σφενδόνῃ καθοπλισθείς, τῆς πλάνης κατέβαλες, τὸ ἀλλόφυλον θράσος, καὶ τοῦ ἐχθροῦ ἁρπάσας, τῶν λόγων τὴν μάχαιραν, ἐν αὐτῇ ἀπέτεμες, τοῦ ψεύδους τὴν ἔνστασιν· ὅθεν τοῖς τροπαίοις, θριαμβεύων τῆς νίκης, τῷ σώματι τέθνηκας, τῷ δὲ πνεύματι ἔζησας, Ἀθλοφόρε Εὐστράτιε· πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἄγίαν μνήμην σου.
Ὁ Οἶκος
Τὸ ζοφερὸν Χριστὲ τῆς ψυχῆς μου διασκέδασον, ὅπως ἀνυμνήσω λαμπρῶς χορὸν Μαρτύρων πεντάριθμον, Αὐξέντιον, τὸν ἐν αὐξήσει θεϊκῆς πολιτείας ἀνατραφέντα, καὶ τὸν σοφὸν καὶ γενναῖον ἐν τοῖς ἄθλοις Εὐγένιον, σὺν τούτοις καὶ τὸν Ὀρέστην, τὸν τοῖς θείοις διαιτώμενον ὄρεσι, Μαρδάριον τὸν ἁπλούστατον, οὗ ὑπῆρξεν Εὐστράτιος καθηγητής, Ῥητόρων ὑπάρχων εὐγλωττότερος.