Ἀπολυτίκιον
Ἦχος δ’. Ταχὺ προκατάλαβε.
Θυσίαν τὴν ἔνθεον, πιστῶς προσφέρων Θεῶ, ὡς θῦμα εὐπρόσδεκτον, προσανηνέχθης αὐτῶ, ἀθλήσεως ἄνθραξιν ὅθεν ὡς ἱερέα, καὶ στερρὸν Ἀθλοφόρον, ἔδειξε σὲ ὁ Κτίστης, χαρισμάτων ταμεῖον ἐξ ὧν καὶ ἠμὶν Παράσχου, ἱερομάρτυς Παφνούτιε.
Ἕτερον Ἀπολυτίκιον
Ἦχος δ’.
Καί τρόπων μέτοχος, καί θρόνων διάδοχος, τῶν Ἀποστόλων γενόμενος, τήν πρᾶξιν εὗρες θεόπνευστε, εἰς θεωρίας ἐπίβασιν· διά τοῦτο τόν λόγον τῆς ἀληθείας ὀρθοτομῶν, καί τῇ πίστει ἐνήθλησας μέχρις αἵματος, Ἱερομάρτυς Παφνούτιε· πρέσβευε Χριστῷ τῷ Θεῷ, σωθῆναι τάς ψυχάς ἡμῶν.
Κοντάκιον
Ἦχος β’. Τὰ ἄνω ζητῶν.
Αἱμάτων ῥοαῖς, στολήν σου τὴν ὑπέρτιμον, φοινίξας λαμπρῶς, Παφνούτιε μακάριε, χαρμοσύνως ἔδραμες, πρὸς ναόν κραυγάζων τὸν οὐράνιον· Τῆς ζωῆς σὺ Σῶτερ πηγή, ὁ πᾶσι βλυστάνων, οἰκτιρμῶν ποταμούς.