Ἀπολυτίκιον
Ἦχος δ'. Ταχύ προκατάλαβε.
Τετράς θεοφόρητος, Ἱεραρχῶν ἱερῶν, Τριάδα τὴν ἂκτιστον, κατ’ ἐναντίον ἐχθρῶν, πανσόφως ἐκήρυξε, Πατρίκιος ὁ τῆς Προύσης, θεηγόρος ποιμάντωρ, Ἀκάκιος σὺν Μενάνδρῳ, καὶ Πολύαινος ἃμα· διὸ καὶ ὡς ἀθλήσαντες, δόξης ἠξιώθησαν.
Ἕτερον Ἀπολυτίκιον
Ἦχος δ'. Ταχύ προκατάλαβε.
Οἱ Μάρτυρες σου Κύριε, ἐν τῇ ἀθλήσει αὐτῶν, τὸ στέφος ἐκομίσαντο τῆς ἀφθαρσίας, ἐκ σοῦ τοῦ Θεοῦ ἡμῶν· σχόντες γὰρ τὴν ἰσχύν σου, τοὺς τυράννους καθεῖλον· ἔθραυσαν καὶ δαιμόνων τὰ ἀνίσχυρα θράση. Αὐτῶν ταῖς ἱκεσίαις Χριστὲ ὁ Θεός, σῶσον τὰς ψυχὰς ἡμῶν.
Κοντάκιον
Ἦχος πλ. δ'. Ὡς ἀπαρχὰς.
Ὡς ἱερὸν κειμήλιον, τοῦ Ἰησοῦ Πατρίκιε, ἡ Ἐκκλησία λαβοῦσα τὸ σῶμά σου, ἀγαλλομένη κράζει σοι. Διὰ σοὺ ἅπας κόσμος, ἐν εἰρήνῃ βαθεία διαφυλάττεται, ἐξ αἰρέσεως πάσης ἀλώβητος καὶ ἀήττητος.