Ἀπολυτίκιον
Ἦχος γ’.
Ἀπόστολε Ἅγιε Κάρπε, πρέβευε τῷ ἐλεήμονι Θεῷ , ἵνα πταισμάτων ἄφεσιν, παράσχῃ ταῖς ψυχαῖς ἡμῶν.
Ἕτερον Ἀπολυτίκιον
Ἦχος γ’. Θείας Πίστεως.
Θείας χάριτος, τῇ κοινωνίᾳ, ἐκοινώνησας, δεσμῶν τῷ Παύλῳ, θεομακάριστε Κάρπε Ἀπόστολε, καὶ κοινωνοὺς θείας δόξης ἀνέδειξας, τοὺς δεξαμένους τὸ φέγγος τῶν λόγων σου. Ὅθεν πρέσβευε, Χριστῷ τῷ Θεῷ πανεύφημε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Κοντάκιον
Ἦχος γ’. Ἡ Παρθένος σήμερον.
Καρποφόρος πέφηνας, τῇ μυστικῇ γεωργίᾳ, ὡς κλεινὸς Ἀπόστολος, καὶ ὑπηρέτης τοῦ Λόγου· ὅθεν σου, ὁ τῶν ἀγώνων καρπὸς ὁ θεῖος, κάρπωμα, τερπνὸν προσήχθη τῷ Παντεπόπτῃ· ὃν ἱκέτευε ἀπαύστως, Κάρπε θεόφρον, ἐλεηθῆναι ἡμᾶς.
Κάθισμα
Ἦχος γ’. Θείας πίστεως.
Θείαν ἔλλαμψιν τοῦ Παρακλήτου, Κάρπε πάνσοφε εἰσδεδεγμένος, τοὺς σκοτισθέντας ἀγνωσίᾳ ἐφώτισας, καὶ μεταστὰς πρὸς τὰ ἄνω βασίλεια, τῷ Βασιλεῖ τῶν ἁπάντων παρίστασαι, ἐξαιτούμενος, Χριστὸν τὸν Θεὸν ἑκάστοτε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Μεγαλυνάριον
Παύλῳ τῷ θεόπτῃ διακονῶν, διάκονος ὤφθης, μυστηρίων πνευματικῶν, ὧν διαπορθμεύων, τοῖς θέλουσι τὴν χάριν, θαυμάτων ἀναβλύζεις, ὦ Κάρπε χάριτας.