Ἀπολυτίκιον
Ἦχος δ’. Ταχὺ προκατάλαβε.
Ὡς δόσιν θεόσδοτον, τὴν παρθενίαν τὴν σήν, ἀγῶσιν ἀθλήσεως, Θεοδοσία σεμνή, τῷ Λόγῳ προσήγαγες· ὅθεν πρὸς ἀθανάτους, μεταστᾶσα νυμφῶνας, πρέσβευε Ἀθληφόρε, τῷ Δεσπότῃ τῶν ὅλων, ῥυσθῆναι ἐκ πολυτρόπων, ἡμᾶς συμπτώσεων.
Κοντάκιον
Ἦχος ὁ αὐτὸς. Ἐπεφάνης σήμερον.
Ὡς παρθένος ἄμωμος καὶ ἀθληφόρος, νοερῶς νενύμφευσαι, τῷ Βασιλεῖ τῶν οὐρανῶν, Θεοδοσία πανεύφημε· ὃν ἐκδυσώπει, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Μεγαλυνάριον
Δόσει λαμπρυνθεῖσα παρθενικῇ, δόσιν εὐσεβείας, διαυγάζεις ἀθλητικῶς, ὦ Θεοδοσία, Χριστοῦ Παρθενομάρτυς· διὸ κἀμοὶ μετάδος, ἐκ τῶν σῶν δόσεων.