Ἀπολυτίκιον
Ἦχος πλ. δ’.
Καί τρόπων μέτοχος, καί θρόνων διάδοχος, τῶν Ἀποστόλων γενόμενος, τήν πρᾶξιν εὗρες θεόπνευστε, εἰς θεωρίας ἐπίβασιν· διά τοῦτο τόν λόγον τῆς ἀληθείας ὀρθοτομῶν, καί τῇ πίστει ἐνήθλησας μέχρις αἵματος, Ἱερομάρτυς Βλάσιε· πρέσβευε Χριστῷ τῷ Θεῷ, σωθῆναι τάς ψυχάς ἡμῶν.
Ἕτερον Ἀπολυτίκιον (Κατέβασμα)
Ἦχος πλ. α’. Τὸν συνάναρχον Λόγον.
Φερωνύμως βλαστήσας, ὡς δένδρον εὔκαρπον, ἱεράρχα Κυρίου Βλάσιε ἔνδοξε, μαρτυρίου τοὺς καρποὺς κόσμῳ προήγαγες καὶ θαυμάτων δωρεάς ἀναβλύζεις δαψιλῶς, ὡς θεῖος ἱερομάρτυς τοῖς καταφεύγουσι πάτερ τῇ ἀντιλήψει τῆς πρεσβείας σου.
Κοντάκιον
Ἦχος β’. Τά ἄνω ζητῶν.
Ὁ θεῖος βλαστός, τό ἄνθος τό ἀμάραντον, ἀμπέλου Χριστοῦ, τό κλῆμα τό πολύφορον, θεοφόρε Βλάσιε, τούς ἐν πίστει τιμῶντας τήν μνήμην σου, εὐφροσύνης πλήρωσον τῆς σῆς, πρεσβεύων ἀπαύστως ὑπέρ πάντων ἡμῶν.
Κάθισμα
Ἦχος πλ. δ’. Τὴν Σοφίαν καὶ Λόγον.
Ἐκβλαστήσας ὡς δένδρον πανευθαλές, ἐν τῷ οἴκῳ Κυρίου Ἱερουργέ, πολλοὺς κατεφύτευσας, πρὸς τὴν γῆν τὴν σωτήριον, καὶ ὡς κριὸς ποιμνίου, καλῶς ἡγησάμενος, δεσμευθεὶς ἐσφάγης, θυσία γενόμενος, τῷ δι' εὐσπλαγχνίαν, ὡς ἀρνίον σφαγέντι, καὶ χαίρων ἀνέδραμες, πρὸς αὐτὸν Πάτερ Βλάσιε. Διὰ τοῦτο βοῶμέν σοι· Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.