Ἀπολυτίκιον
Ἦχος δ’. Ὁ ὑψωθεῖς ἐν τῷ Σταυρῷ.
Ὡς ἱερεὺς τοῦ Βασιλέως τῆς δόξης, ὁμολογίας διαλάμπεις τὴ αἴγλη, Ἱερομάρτυς ἔνδοξε Βασίλειε, τῶν εἰκονομάχων γάρ, τὴν ἀπάτην ἐλέγχων, πόνοις προσωμίλησας, ὑπὲρ τῆς ἀληθείας καὶ μεταστᾶς ἐν δόξῃ πρὸς Θεόν, τῶν σὲ τιμώντων, ἀπαύστως μνημόνευε.
Ἕτερον Ἀπολυτίκιον
Ἦχος δ’.
Κανόνα πίστεως, καὶ εἰκόνα πραότητος, ἐγκρατείας διδάσκαλον, ἀνέδειξε σε τῇ ποίμνῃ σου, ἡ τῶν πραγμάτων ἀλήθεια· διὰ τοῦτο ἐκτήσω τῇ ταπεινώσει τὰ ὑψηλά, τῇ πτωχείᾳ τὰ πλούσια. Πάτερ Ἱεράρχα Βασίλειε, πρέσβευε Χριστῷ τῷ θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Κοντάκιον
Ἦχος πλ. β’. Τὴν ὑπέρ ἡμῶν.
Τὴν βασιλικήν, προσάγων ἱερουργίαν, τῷ Παμβασιλεῖ, Βασίλειε θεοφάντορ, ὁλοκάρπωμα θεῖον, τοὺς θείους ἀγῶνάς σου, ἱερῶς αὐτῷ προσέφερες, Ἱεράρχα πανσεβάσμιε, ἐκβοῶν τοῖς προσιοῦσί σοι· Ἡ τῆς Εἰκόνος τιμή, ἀνυψοῦται Χριστῷ.