Ἀπολυτίκιον
Ἦχος πλ. α’. Τὸν συνάναρχον Λόγον.
Ὡς αὐτάδελφοι Κόραι καὶ οὐρανόφρονες, πρὸς εὐσέβειας ἀγῶνας ὁμονοούσαι καλῶς, τὸν ἀρχέκακον ἐχθρὸν κατεπαλαίσατε, Χιονὶα ἡ σεμνή, σὺν Ἀγάπη τὴ κλυτή, Εἰρήνη ἡ πανολβία. Καὶ νῦν Χριστὸν δυσωπεῖτε, ἐλεηθήναι τᾶς ψυχᾶς ἠμῶν.
Ἕτερον Ἀπολυτίκιον
Ἦχος πλ. α’.
Τά θαύματα τῶν ἁγίων σου Μαρτύρων, τεῖχος ἀκαταμάχητον ῆμῖν δωρησάμενος, Χριστέ ὁ Θεός, ταῖς αὐτῶν ἱκεσίαις, βουλάς ἐθνῶν διασκέδασον, τῆς βασιλείας τά σκῆπτρα κραταίωσον, ὡς μόνος ἀγαθός καὶ φιλάνθρωπος.
Κοντάκιον
Ἦχος γ’. Ἡ Παρθένος σήμερον.
Παρθενίας έσοπτρα, φωτοειδή πεφυκυίαι, νοερώς ηστράψατε, αθλητικάς λαμπηδόνας, πάσαν μέν, την Εκκλησίαν αγλαϊζούσας, νύκτα δέ, των νοσημάτων απελαυνούσας, Χιονία και Αγάπη, συν τη Ειρήνη, Χριστού κειμήλια.