Ἀπολυτίκιον
Ἦχος πλ. δ’.
Ἐν σοί Πάτερ ἀκριβῶς διεσώθη τό κατ᾽ εἰκόνα· λαβών γάρ τόν σταυρόν, ἠκολούθησας τῷ Χριστῷ, καί πράττων ἐδίδασκες, ὑπερορᾷν μέν σαρκός, παρέρχεται γάρ· ἐπιμελεῖσθαι δέ ψυχῆς, πράγματος ἀθανάτoυ· διό καί μετά Ἀγγέλων συναγάλλεται, Ὅσιε Τίτε τό πνεῦμά σου.
Ἕτερον Ἀπολυτίκιον
Ἦχος δ’. Ὁ ὑψωθεῖς ἐν τῷ Σταυρῷ.
Ἀνατεθεῖς ἀπὸ παιδὸς τῷ Κυρίῳ, ἀγγελικῶς ἐπολιτεύσω ἐν κόσμῳ, καὶ τῶν θαυμάτων εἴληφας τὴν χάριν ἐκ Θεοῦ, ὅθεν ἐχρημάτισας, Μοναζόντων ἀλείπτης, Τίτε παμμακάριστε, καὶ σοφὸς οἰκονόμος. Ἄλλα μὴ παύση Πάτερ ἐκτενῶς, ὑπὲρ τοῦ κόσμου, Θεὸν ἰλεούμενος.
Κοντάκιον
Ἦχος δ’. Ἐπεφάνης σήμερον.
Ἐγκρατείας ἄνθραξι, σαυτόν καθάρας, ἀρετῶν ἐξήστραψας, φωτοειδεῖς μαρμαρυγάς, καταφαιδρύνων τούς ψάλλοντας· Χαίροις ὦ Τίτε, Πατέρων ἀγλάϊσμα.
Κάθισμα
Ἦχος δ’. Ταχὺ προκατάλαβε.
Δακρύων τοῖς ῥεύμασι, καθάπερ δένδρον σοφέ, ἀεί πιαινόμενος, δικαιοσύνης καρπούς, πλουσίως ἐξήνθησας· ὅθεν σε συνελθόντες, ἐπαξίως τιμῶμεν, Τίτε θαυματοφόρε, ἀσκητῶν ὡραιότης, ἀλλὰ ταῖς ἱκεσίαις ταῖς σαῖς, πάντας περίσῳζε.
Ἕτερον Κάθισμα
Ἦχος δ’. Ἐπεφάνης σήμερον.
Τὸν τοῦ βίου τάραχον, ἐγκαταλείψας, καὶ ἡσύχως ἅπαντα, ζήσας τὸν βίον σου σοφέ, πρὸς τὸν Θεὸν μεταβέβηκας, θαυματοφόρε Πατὴρ ἡμῶν ὅσιε.