Ἀπολυτίκιον (Κατέβασμα)
Ἦχος πλ. δ’.
Ἐν τῇ ὑπομονῇ σου ἐκτήσω τὸν μισθόν σου Πάτερ, Ὅσιε, ταῖς προσευχαῖς ἀδιαλείπτως ἐγκαρτερήσας, τοὺς πτωχοὺς ἀγαπήσας, καὶ τούτοις ἐπαρκέσας· Ἀλλὰ πρέσβευε Χριστῷ τῷ Θεῷ, Ἰωάννη Ἐλεῆμον μακάριε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Κοντάκιον
Ἦχος β’. Τὰ ἄνω ζητῶν.
Τὸν πλοῦτον τὸν σόν, ἐσκόρπισας τοῖς πένησι, καὶ τῶν οὐρανῶν, τὸν πλοῦτον νῦν ἀπείληφας, Ἰωάννη πάνσοφε· διὰ τοῦτο πάντες σε γεραίρομεν, ἐκτελοῦντες τήν μνήμην σου, τῆς ἐλεημοσύνης ὦ ἐπώνυμε.
Κάθισμα
Ἦχος πλ. δ’. Τὴν Σοφίαν καὶ Λογον.
Ἐλεήμονα γνώμην ἀναλαβών, εὐσυμπάθητος ὤφθης προσεπαρκῶν, πτωχοῖς ἐνδεέσι τε, Ἰωάννη θεόπνευστε, διὰ τοῦτο κλῆσιν, τῇ πράξει κατάλληλον, παρὰ πάντας μάκαρ, Ἁγίους ἐπλούτησας· ὅθεν ὁ δοτὴρ σε, τοῦ ἐλέους μεγάλως, θεόφρον ἠλέησε, καὶ φαιδρῶς κατελάμπρυνεν, Ἱεράρχα πανόλβιε, πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν Ἁγίαν μνήμην σου.
Ὁ Οἶκος
Ἴδιον κάλλος ἐνθεὶς τῇ ψυχῇ σου, τὴν γνησίαν ἀγάπην, καὶ τὴν ὡραίαν συμπάθειαν, κόρην ὡραίως κεκοσμημένην, τὴν ἐλεημοσύνην, κλάδοις ἐλαίας ἐν τῇ νυκτὶ ἀψευδῶς, Ἰωάννη ἑώρακας, ἱλαρῶς σοι φθεγγομένην. Ἐὰν κτήσῃ με φίλην καὶ σύνοικον, ἄξω σε ἐνώπιον τοῦ Βασιλέως Χριστοῦ, καὶ πεισθείς, τοῦ σκοποῦ οὐ διήμαρτες, τῆς ἐλεημοσύνης ὦ ἐπώνυμε.
Μεγαλυνάριον
Ἐλεημοσύνης ὁ ποταμός, ὁ τῆς εὐσπλαγχνίας, διανέμων ἐπιρροάς, καὶ καταπιαίνων, ἀπόρων τὰς καρδίας, ὁ μέγας Ἰωάννης, ὑμνολογείσθω μοι.