Ἀπολυτίκιον (Κατέβασμα)
Ήχος πλ. α'. Τον συνάναρχον Λόγον.
Αρετών ταις ακτίσι καταλαμπόμενος, Πατριαρχών ανεδείχθης γέρας και θεία κρηπίς, ως Χριστού μυσταγωγός Πάτερ Μητρόφανες, από δε θρόνου υψηλού, τη Εκκλησία δαδουχείς, το φέγγος της ευσέβειας. Και νυν απαύστως δυσώπει, ελεηθήναι τας ψυχάς ημών.
Ἕτερον Ἀπολυτίκιον
Ἦχος δ’.
Κανόνα πίστεως, καὶ εἰκόνα πραότητος, ἐγκρατείας διδάσκαλον, ἀνέδειξε σε τῇ ποίμνῃ σου, ἡ τῶν πραγμάτων ἀλήθεια· διὰ τοῦτο ἐκτήσω τῇ ταπεινώσει τὰ ὑψηλά, τῇ πτωχείᾳ τὰ πλούσια. Πάτερ Ἱεράρχα Μητροφάνη, πρέσβευε Χριστῷ τῷ θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Κοντάκιον
Ἦχος β’. Τὰ ἄνω ζητῶν.
Τὴν πίστιν Χριστοῦ, τρανῶς σὺ ἐδογμάτισας, καὶ ταύτην τηρῶν, εἰς πλῆθος ὄντως ηὔξησας, τὸ πιστόν σου ποίμνιον· σὺν Ἀγγέλοις ὅθεν Μητρόφανες, συναγάλλῃ νῦν καὶ Χριστῷ, πρεσβεύεις ἀπαύστως, ὑπὲρ πάντων ἡμῶν.
Ἕτερον Κοντάκιον
Ήχος δ'. Ο υψωθείς εν τω Σταυρώ.
Τον Ιεράρχην του Χριστού Μητροφάνην, της Εκκλησίας τον φωσφόρον λαμπτήρα, τον ομοούσιον τον Λόγον τω Πατρί, εν μέσω κηρύξαντα, θεοφόρων Πατέρων, και θρόνον κοσμήσαντα, Βασιλίδος εν πρώτοις, και προφητείας χάριν εκ Θεού, σαφώς λαβόντα, συμφώνως υμνήσωμεν.