Ἀπολυτίκιον
Ἦχος δ’. Ταχύ προκατάλαβε.
Ὁ ἔνσαρκος Ἄγγελος, τῶν Προφητῶν ἡ κρηπίς, ὁ δεύτερος Πρόδρομος, τῆς παρουσίας Χριστοῦ, Ἠλίας ὁ ἔνδοξος, ἄνωθεν καταπέμψας, Ἐλισαίῳ τὴν χάριν, νόσους ἀποδιώκει, καὶ λεπροὺς καθαρίζει, διὸ καὶ τοῖς τιμῶσιν αὐτόν, βρύει ἰάματα.
Ἕτερον Ἀπολυτίκιον (Κατέβασμα)
Ἦχος δ’. Ὁ ὑψωθεῖς ἐν τῷ Σταυρῷ.
Ὡς ὑποφήτην ἀληθῆ τοῦ Σωτῆρος, καὶ τῶν ἐν νόμῳ παιδευτὴν καὶ φωστῆρα, τοὶς πόρρω σὲ ἐδήλωσεν ὁ τόκος σου σοφὲ σὺ γὰρ κληρωσάμενος, τοῦ Θεσβίτου τὴν χάριν, θαύμασι διέπρεψας, καὶ δυνάμεσι πλείσταις. Καὶ νῦν ἀπαύστως φύλαττε ἠμᾶς, ὢ Ἐλισαῖε, Προφῆτα θεσπέσιε.
Κοντάκιον
Ἦχος πλ. δ’. Τὴ ὑπερμάχω.
Διπλὴν τὴν χάριν εἰληφῶς παρὰ τοῦ Πνεύματος, Προφήτης ὤφθης θαυμαστὸς πάσι τοὶς πέρασι, τοὺς ὑμνοῦντας σὲ λυτρούμενος ἐκ κινδύνων, καὶ δωρούμενος τὴν χάριν τῶν θαυμάτων σου, τοὶς προστρέχουσιν ἐν ταύτῃ μετὰ πίστεως, καὶ βοώσι σοί, Χαίροις Προφῆτα θεσπέσιε.
Ἕτερον Κοντάκιον
Ἦχος β’ . Τὰ ἄνω ζητῶν.
Προφήτης Θεοῦ, ἐδείχθεις διπλασίονα, τὴν χάριν λαβών, τὴν ὄντως ἐπαξίαν σοι, Ἐλισσαῖε μακάριε. Ἠλιοῦ γὰρ γέγονας σύσκηνος, σὺν αὐτῷ Χριστῷ τῷ Θεῷ, πρεσβεύων ἀπαύστως ὑπὲρ πάντων ἡμῶν.