Ἀπολυτίκιον
Ἦχος γ’. Θείας πίστεως.
Φῶς οὐράνιον, ἐν σοῖ σκηνώσαν, λύχνον ἄσβεστον, τοὶς ἐν τῷ Ἄθῳ, Διονύσιε σαφῶς σὲ ἀνέδειξε, σὺ γὰρ Προδρόμου τὸν βίον μιμούμενος, Μονὴν αὐτῶ ἀνεγείρεις περίβλεπτον. Πάτερ Ὅσιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἠμὶν τὸ μέγα ἔλεος.
Ἕτερον Ἀπολυτίκιον
Ἦχος δ’. Ταχύ προκατάλαβε.
Προφῆτα καὶ Πρόδρομε, τῆς παρουσίας Χριστοῦ, ἀξίως εὐφημῆσαί σε οὐκ εὐποροῦμεν ἡμεῖς, οἱ πόθῳ τιμῶντές σε· στείρωσις γὰρ τεκούσης, καὶ πατρὸς ἀφωνία, λέλυνται τῇ ἐνδόξῳ, καὶ σεπτῇ σου γεννήσει, καὶ σάρκωσις Υἱοῦ τοῦ Θεοῦ, κόσμῳ κηρύττεται.
Κοντάκιον
Ἦχος γ’. Ἡ Παρθένος σήμερον
Ἡ πρὶν στεῖρα σήμερον, Χριστοῦ τὸν Πρόδρομον τίκτει, καὶ αὐτὸς τὸ πλήρωμα, πάσης τῆς προφητείας, ὅν περ γάρ, προανεκήρυξαν οἱ Προφῆται, τοῦτον δή, ἐν Ἰορδάνῃ χειροθετήσας, ἀνεδείχθη Θεοῦ Λόγου, Προφήτης Κήρυξ ὁμοῦ καὶ Πρόδρομος.