Ἀπολυτίκιον
Ἦχος α´. Τῆς ἐρήμου πολίτης.
Τῆς σοφίας σε μύστην, ἱερὸν ἐπιστάμεθα, πάντες οἱ ταῖς θείαις σοῦ βίβλοις, ἐντρυφῶντες Δωρόθεε· ποιμάνας ἐκλογάδα γὰρ Χριστοῦ, τῆς Τύρου ἐν συνέσει σου πολλῇ, ἐβεβαίωσας τὸ φίλτρον σου πρὸς Αὐτόν, ἐν πόνοις σῆς ἀθλήσεως. Χαίροις Ἀρχιερέων καλλονή, χαίροις Μαρτύρων καύχημα· χαίροις ὁ φιλοπόνῳ σοῦ σπουδῇ, τὰ θείᾳ συγγραψάμενος.
Ἕτερον Ἀπολυτίκιον
Ἦχος δ’.
Καὶ τρόπων μέτοχος, καὶ θρόνων διάδοχος, τῶν Ἀποστόλων γενόμενος, τὴν πρᾶξιν εὗρες θεόπνευστε, εἰς θεωρίας ἐπίβασιν· διὰ τοῦτο τὸν λόγον τῆς ἀληθείας ὀρθοτομῶν, καὶ τῇ πίστει ἐνήθλησας μέχρις αἵματος, Ἱερομάρτυς Δωρόθεε, Πρέσβευε Χριστῷ τῷ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Ἕτερον Ἀπολυτίκιον (Κατέβασμα)
Ἦχος δ’. Ταχὺ προκατάλαβε.
Ὡς δώρημα τέλειον, ἐκ τοῦ τῶν φώτων Πατρός, σοφίας τὴν ἔλλαμψιν, ὡς Ἱεράρχης σοφός, ἐδέξω Δωρόθεε• ὅθεν καὶ πλεονάσας, τὸν σὸν τάλαντον μάκαρ, ἤθλησας ὑπὲρ φύσιν, βαθυτάτω ἐν γήρᾳ, πρεσβεύων Ἱερομάρτυς, ὑπὲρ τῶν ψυχῶν ἠμῶν.
Κοντάκιον
Ἦχος πλ. δ´. Τῇ ὑπερμάχῳ.
Τῆς Ἐκκλησίας τὸν ποιμένα καὶ διδάσκαλον, τοῦ Παρακλήτου τὸν ὀξὺν καὶ μέγαν κάλαμον, τὸν ἐν πόνοις πολυτρόποις τοῦ Μαρτυρίου· τὴν πρὸς Κύριον ἀγάπην ὑπογράψαντα, καὶ σφραγίσαντα τὴν πίστιν ἐπαινέσωμεν Χαίροις λέγοντες· Τύρου δόξα Δωρόθεε.
Ἕτερον Κοντάκιον
Ἦχος δ´. Ἐπεφάνης σήμερον.
Γεωργὸν ἀκάματον τοῦ ἀμπελῶνος, ὃν Χριστοῦ ἐφύτευσεν, ἡ ζωηφόρος δεξιά, πάντες τιμήσωμεν λέγοντες· Χαίροις τῆς Τύρου ἡ δόξα Δωρόθεε.
Ἕτερον Κοντάκιον
Ἦχος γ’. Ἡ Παρθένος σήμερον.
Ὀρθοδόξοις δόγμασιν, Ἱερομάρτυς κηρύξας, δῶρον θεῖον ἅγιον, σαυτὸν προσήξας τῷ Κτίστῃ, πρότερον ἐν τῇ ἀσκήσει ἐνδιαπρέψας, ὕστερον τῷ μαρτυρίῳ στερρῶς ἀθλήσας, καὶ νομίμως ὑπεδέξω, βραβεῖον νίκης, παρὰ Χριστοῦ τοῦ Θεοῦ.
Κάθισμα
Ἦχος πλ. δ´. Τὴν Σοφίαν καὶ Λόγον.
Παρακλήτου ταῖς χάρισι πλουτισθείς, καὶ τῷ χρίσματι μύρου βεβαιωθείς, εἰσῆλθες εἰς τὰ Ἅγια, τῶν Ἁγίων Δωρόθεε· καὶ ἐν αὐτοῖς λατρείαν, Κυρίῳ προσέφερες· Ἀρχιερεὺς ὡς ἄξιος, Αὐτοῦ καθιστάμενος· ὅθεν καὶ τοῦ Θρόνου, τοῦ ἐν Τύρῳ προέστης, καὶ ποίμνην ὠδήγησας, λογικὴν εἰς τὰ νάματα, τῆς ζωῆς τὰ ἀκένωτα. Λόγοις δὲ καὶ ἔργοις τοῖς σοῖς, τούτοις ὑπέδειξας τρῖβον τὴν ἄγουσαν εἰς σκηνώματα δόξης, καὶ ἀπείρου λαμπρότητος.
Ἕτερον Κάθισμα
Ἦχος γ'. Θείας πίστεως.
Θείοις δόγμασιν ἀεὶ ἐκλάμπων, δῶρον ἅγιον σαυτὸν προσῆξας, τῷ ἀθανάτῳ Βασιλεῖ δι' ἀθλήσεως, καὶ κατοικεῖς νῦν ἀεὶ εὐφραινόμενος, τῶν πρωτοτόκων τὴν ἄνω μητρόπολιν, Πάτερ Ὅσιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Ὁ Οἶκος
Αἴγλῃ Ἱεραρχίας καὶ τιμῇ Μαρτυρίου καὶ δόξῃ συγγραμάτων σου πλείστων κεκόσμησαι Δωρόθεε μάκαρ· τοῦ οὐρανοῦ καταφαιδρύνων τὸ στερέωμα καὶ γῆς ἁπάσης ἐπευφραίνων τὰ πληρώματα, τῆς Ἐκκλησίας δὲ τὸ πρόσωπον ὡραΐζων. Διὸ καὶ παρ᾿ ἡμῶν τῶν θαυμαζόντων τὰς τοσαύτας ἀριστείας σου, ἀκούεις ἐν φωνῇ αἰνέσεως καὶ εἰς βεβαίωσιν τιμῆς τοιαῦτα·Χαίροις ὁ κάλαμος τῆς σοφίας·Χαίροις διδάσκαλε ἀληθείας.Χαίροις τῶν Ἀρχιερέων θεοβράβευτος ἀκρότης·Χαίροις τῶν Χριστοῦ Μαρτύρων ἡ τιμία ὡραιότης.Χαίροις Φωτουργοῦ Τριάδος λύχνος φῶς γλυκὺ ἐκφαίνων·Χαίροις Παρακλήτου οἶκος χάριτος ἀρίστης γέμων.Χαίροις τρόπους τῶν Ἀγγέλων ἐν σαρκί σου ὁ ζηλώσας·Χαιροις Ἄγγελε τῆς Τύρου ἄθλους θείους κατορθώσας.Χαίροις βίβλων θεοπνεύστων ἡ γραφὶς ἡ ὀξυτάτη·Χαίροις θείων δωρημάτων κρήνη ἡ διαυγέστατη.Χαίροις θεῖον ἀμπελῶνα τὸν ἐν Τύρῳ γεωργήσας·Χαίροις φωτεινὸν νυμφῶνα τῆς Ἐδὲμ ὁ κατοικήσας.Χαίροις τῆς Τύρου ἡ δόξα Δωρόθεε.
Μεγαλυνάριον
Δεῦτε τῆς φυτείας τοῦ Οὐρανοῦ, μέλψωμεν τὸ κλῆμα τὸ κατάμεστον ἐν καρποῖς, Ἀρχιερωσύνης σεπτοῦ τε Μαρτυρίου· Δωρόθεον τιμίων δώρων ἐπώνυμον.