Ἀπολυτίκιον
Ἦχος δ’. Ταχὺ προκατάλαβε.
Tριάδος ἰσάριθμοι τῆς Ὑπερθέου, σαφῶς Γουρίας καὶ Ἄβιβος καὶ Σαμωνᾶς ὁ κλεινός, ἔνθεοι ὑπάρχοντες ταύτην τοῖς ἀσεβέσιν ὡμολόγησαν ἅμα ἄθλων τὴν τρικυμίαν ἀβλαβῶς διελθόντες· καὶ νῦν ἡμᾶς κυβερνῶσιν ὅρμον πρὸς ἄκλυστον.
Κοντάκιον
Ἦχος β’. Τὰ ἄνω ζητῶν.
Ἐξ ὕψους σοφοί, τὴν χάριν κομισάμενοι, τῶν ἐν πειρασμοῖς, προΐστασθε πανεύφημοι· διὸ κόρην Ἅγιοι, ἐκ θανάτου πικροῦ ἐῤῥύσασθε· ὑμεῖς γὰρ ὄντως ὑπάρχετε, Ἐδέσσης ἡ δόξα, καὶ τοῦ κόσμου χαρά.
Κάθισμα
Ἦχος α’. Τὸν τάφον σου Σωτὴρ.
Τριάδος τῆς σεπτῆς, καταγγέλλοντες πίστιν, πολύθεον Σοφοί, τῶν εἰδώλων ἀπάτην, ἀνδρείως καθείλετε, ὡς τῆς πίστεως πρόμαχοι, κόρην ζῶσαν δέ, κατακλεισθεῖσαν ἐν τάφῳ, διεσώσατε, θανατηφόρου κινδύνου, ὑμᾶς μακαρίζουσαν.
Ὁ Οἶκος
Τῆς τοῦ ἐχθροῦ δουλείας με ῥῦσαι, Ἰησοῦ ζωοδότα, ταῖς τῶν σῶν ἀθλητῶν ἐντεύξεσι δυσωπούμενος, ὅπως ἀδούλωτον κεκτημένος, τῶν παθῶν τὴν ψυχὴν καὶ τὸ σῶμα, ἀνευφημῶ τὴν αὐτῶν ὀξυτάτην βοήθειαν· προφθάσαντες γάρ, τοῦ θανάτου ἐρρύσαντο κράζουσαν τὴν κόρην, ἣν περ παρέθετο ἐκβοῶσα ἡ μήτηρ τοῖς μάρτυσιν· Ὑμεῖς ὄντως ὑπάρχετε, Ἐδέσσης ἡ δόξα, καὶ τοῦ κόσμου χαρά.