Ἀπολυτίκιον
Ἦχος δ’.
Ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, ὁ ποιῶν ἀεὶ μεθ᾽ ἡμῶν, κατὰ τὴν σὴν ἐπιείκειαν, μὴ ἀποστήσῃς τὸ ἔλεός σου ἀφ᾽ ἡμῶν, ἀλλὰ ταῖς αὐτῶν ἱκεσίαις, ἐν εἰρήνῃ κυβέρνησον τὴν ζωὴν ἡμῶν.
Ἕτερον Ἀπολυτίκιον (Κατέβασμα)
Ἦχος δ’. Ταχὺ προκατάλαβε.
Λυχνία ὡς δίπυρσος τῶν θεϊκῶν δωρεῶν, ἀκτῖσι τῆς χάριτος φωταγωγοῦσιν ἡμᾶς πατέρες οἱ ἔνθεοι, Πρόκλος τοῦ Βυζαντίου, ὁ σοφὸς ποιμενάρχης, Γρηγόριος ὁ θεόφρων, Δεκαπόλεως γόνος· διὸ μετὰ προθυμίας τούτοις προσέλθωμεν.
Κάθισμα
Ἦχος δ’. Ταχὺ προκατάλαβε.
Τῇ θείᾳ λαμπρότητι, καταυγαζόμενος, τὸ σκότος ἐδίωξας, τῶν ψυχοφθόρων παθῶν, Γρηγόριε ἀοίδιμε, ἤρθης πρὸς ἀπαθείας, καθαρώτατον ὕψος, ἤστραψας παραδόξως, ἰαμάτων ἀκτῖνας, σκηνώσας εἰς ἄδυτον φῶς, τῆς βασιλείας Χριστοῦ.