Ἀπολυτίκιον
Ἦχος γ’. Θείας πίστεως.
Θείαν ἄσκησιν ἐνδεδειγμένος, σκεῦος γέγονας δικαιοσύνης διαπρέπων ταῖς σεπταῖς ἀναβάσεσι· καὶ τοῦ Χριστοῦ τὴν εἰκόνα σεβόμενος, μαρτυρικῆς ἠξιώθης φαιδρότητος. Θεῖε Στέφανε, ἐν ὅπλῳ ἡμᾶς στεφάνωσον τῆς θείας εὐδοκίας τοὺς ὑμνοῦντας σε.
Ἕτερον Ἀπολυτίκιον
Ἦχος δ’. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ἀσκητικῶς προγυμνασθεὶς ἐν τῷ ὄρει, τὰς νοητὰς τῶν δυσμενῶν παρατάξεις, τῇ πανοπλίᾳ ὤλεσας παμμάκαρ τοῦ Σταυροῦ. Αὖθις δὲ πρὸς ἄθλησιν, ἀνδρικῶς ἀπεδύσω, κτείνας τὸν Κοπρώνυμον, τῷ τῆς Πίστεως ξίφει· καὶ δι᾽ ἀμφοῖν ἐστέφθης ἐκ Θεοῦ, Ὁσιομάρτυς ἀοίδιμε Στέφανε.
Κοντάκιον
Ἦχος δ’. Ἐπεφάνης σήμερον.
Ἑορτάζει σήμερον, ἡ Ἐκκλησία, ἑορτὴν εὐφρόσυνον, ἐν τῇ σῇ μνήμη· καὶ πιστῶς, ἀνευφημοῦσα κραυγάζει σοι, Στέφανε θεῖε, ὁσίων τὸ καύχημα.
Κάθισμα
Ἦχος δ’ Ὁ ὑψωθεὶς.
Τῶν Μοναστῶν ὑπογραμμὸς ἀνεδείχθης, τῶν Ἀθλητῶν καλλωπισμὸς ἀνεφάνης, δι' ἀμφοτέρων Στέφανε κοσμούμενος· ὅθεν ἀξιάγαστε, καὶ διπλοῦς τοὺς στεφάνους, ἔλαβες ἀσκήσεως, καὶ ἀθλήσεως Πάτερ. Ἀλλ' ἐκτενῶς Χριστὸν ὑπὲρ ἡμῶν, τῶν σὲ ὑμνούντων, ἱκέτευε Στέφανε.
Ὁ Οἶκος
Εἰς πᾶσαν γῆν ὡς ἀληθῶς, διέδραμεν ὁ φθόγγος τῶν σῶν κατορθωμάτων, σοφὲ Ὁσιομάρτυς, ὧν περ εἰργάσω θαυμαστῶς· ὅθεν δυσωπῶ σε, παρρησίαν πρὸς Θεὸν ὡς κεκτημένος Ὅσιε, ἱκέτευε τοῦ δοθῆναί μοι λόγον ἐπάξιον, τοῦ ἀνευφημῆσαι τοὺς ἀγῶνας, οὓς ὑπέστης ἐξ ὁρατῶν ἐχθρῶν καὶ νοουμένων· ὃς πρὶν ἀσκητικῶς καθεῖλες, ἀπάσας τὰς κινήσεις τῆς σαρκὸς ἀπονεκρώσας, ἀθλήσει δὲ νῦν τὸν τύραννον ἐτροπώσω, Ὁσίων τὸ καύχημα.