Ἀπολυτίκιον (Κατέβασμα)
Ἦχος γ’. Τὴν ὡραιότητα.
Tῆς θείας γνώσεως εὔσημοι σάλπιγγες καὶ τῶν τῆς πίστεως θεσμῶν ἐκφάντωρες ἱερομάρτυρες Χριστοῦ ἐδείχθητε τοῖς ἐν κόσμῳ, Κλήμη παναοίδιμε, τῆς ζωῆς κλῆμα εὔκαρπον καὶ Πέτρε θεόσοφε, εὐσεβῶν πέτρα ἄρρηκτε· διὸ ὡς τῶν ἀρρήτων ἐπόπται, ῥύσασθαι πάσης ἡμᾶς βλάβης.
Ἕτερον Ἀπολυτίκιον
Ὁ Θεὸς τῶν Πατέρων ἠμῶν, ὁ ποιῶν ἀεὶ μεθ’ ἠμῶν, κατὰ τὴν σὴν ἐπιείκιαν, μὴ ἀποστήσης τὸ ἔλεός σου ἀφ’ ἠμῶν, ἀλλὰ ταὶς αὐτῶν ἰκεσίαις, ἐν εἰρήνῃ κυβέρνησον τὴν ζωὴν ἠμῶν.
Κοντάκιον
Ἦχος δ’. Ἐπεφάνης σήμερον.
Ἐκκλησίας ἄσειστοι, καὶ θεῖοι πύργοι, εὐσεβείας ἔνθεοι, στῦλοι ὡς ὄντες κραταιοί, Κλήμη σὺν Πέτρω πανεύφημοι, ὑμῶν πρεσβείαις, φρουρεῖτε τοὺς ἅπαντας.
Κάθισμα
Ἦχος πλ. δ’. Τὴν Σοφίαν καὶ Λόγον.
Ὡς πολύφορον κλῆμα ἐπὶ τῆς γῆς, ἁπλωθεὶς τῶν βασάνων κατατομῇ, ὡραίους ἐξήνθησας, ἀξιάγαστε βότρυας, σωτηρίου γλεῦκος, ἀεὶ ἀποστάζοντας, καὶ καρδίας πάντων, πιστῶν κατευφραίνοντας· ὅθεν συνελθόντες, τὴν ἁγίαν σου μνήμην, τελοῦμεν γηθόμενοι, τὸν Χριστὸν μεγαλύνοντες, Ἱεράρχα πολύαθλε, πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.