Ἀπολυτίκιον
Ἦχος γ’. Θείας πίστεως.
Θείου Πνεύματος, λαβὼν τὴν χάριν, δι’ ἀσκήσεως, ἀγίας Πάτερ, ζωῆς θείας ὑπεμφαίνεις τὰς χάριτας· καὶ τοῦ Σωτῆρος θεράπων γενόμενος, τῆς παρ’ αὐτοῦ ἠξιώθης λαμπρότητος. Ζήνων Ὅσιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Κοντάκιον
Ἦχος πλ. β’. Τὴν ὑπὲρ ἡμῶν.
Τοὺς ἐπὶ τῆς γῆς, ἀγῶνάς σου θεοφόρε, ἡ ἐν οὐρανοῖς, ἐδέξατο εὐφροσύνη, καὶ Ἀγγέλων συνήφθης, τοῖς στρατεύμασιν Ὅσιε, θείας δόξης ἀξιούμενος, καὶ πρεσβεύων τῷ Παντάνακτι, ὑπὲρ πάντων τῶν βοώντων σοι· χαίροις ὦ Ζήνων σοφέ, τῶν ἀσκητῶν καλλονή.
Μεγαλυνάριον
Χαίροις θεοφόρε Ζήνων σοφέ, ἀρετῶν ὁσίων, ὑποτύπωσις ἀληθής· χαίροις τῶν τελούντων, τὴν μνήμην σου τὴν θείαν, προστάτης καὶ μεσίτης, πρὸς τὸν Θεὸν ἡμῶν.