Ἀπολυτίκιον
Ἦχος δ’.
Κανόνα πίστεως, καὶ εἰκόνα πραότητος, ἐγκρατείας διδάσκαλον, ἀνέδειξε σε τῇ ποίμνῃ σου, ἡ τῶν πραγμάτων ἀλήθεια· διὰ τοῦτο ἐκτήσω τῇ ταπεινώσει τὰ ὑψηλά, τῇ πτωχείᾳ τὰ πλούσια. Πάτερ Ἱεράρχα Σωφρόνιε, πρέσβευε Χριστῷ τῷ θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Ἕτερον Ἀπολυτίκιον
Ἦχος πλ. α’. Τὸν συνάναρχον Λόγον.
Σωφροσύνης τὴν αἴγλην πλουτήσας Ὅσιε, τῆς εὐσέβειας ἐκφαίνεις τὸν ὑπὲρ νοῦν φωτισμόν, ταὶς τῶν λόγων ἀστραπαὶς Πάτερ Σωφρόνιε, σὺ γὰρ σοφίας κοινωνός, διὰ βίου γεγονῶς, στηρίζεις τὴν Ἐκκλησίαν, ὡς εὐκλεὴς Ἱεράρχης, καὶ πρεσβευτὴς ἠμῶν πρὸς Κύριον.
Ἕτερον Ἀπολυτίκιον
Ἦχος πλ. δ’. Ταχὺ προκατάλαβε.
Σωφρόνως τὸν βίον σου, διαγαγὼν ἐκ παιδός, τὴν χάριν τοῦ Πνεύματος, εἰσεποήσω σαφῶς, Σωφρόνιε πάνσοφε· ὅθεν ἱεραρχίας, ταῖς ἀκτῖσιν ἐκλάμψας, ὤφθης τῆς εὐσεβείας, εὐκλεὴς ὑποφήτης. Καὶ νῦν δυσώπει Ὅσιε, ὑπερ τῶν τιμώντων σε.
Κοντάκιον
Ἦχος δ’. Ἐπεφάνης σήμερον.
Λαμπρυνθείς τοῦ Πνεύματος τῆ ἐπιπνοίᾳ, Ἱεράρχης ὅσιος, ὡς Ἀποστόλων μιμητής, ἐν τῇ Σιὼν ἐχρημάτισας, Πάτερ παμμάκαρ, Σωφρόνιε πάνσοφε.
Κάθισμα
Ἦχος δ’. Ταχὺ προκατάλαβε.
Τοῖς λόγοις ἐκόσμησας τὴν Ἐκκλησίαν Χριστοῦ, τοῖς ἔργοις ἐτήρησας τὸ κατ' εἰκόνα Θεοῦ, Σωφρόνιε Ὅσιε· ἔλαμψε γὰρ ἐν κόσμῳ, ἡ ἐν σοὶ σωφροσύνη, χάριτας διδαγμάτων, ἀπαστράπτουσα πᾶσι, τοῖς πίστει ἑορτάζουσι Πάτερ τὴν μνήμην σου.