Ἀπολυτίκιον
Ἦχος γ’. Θείας πίστεως.
Θήκη ἔνθεος, καὶ ζωῆς πλήρης, ἀναδέδεικται, τὴ Ἐκκλησία, ἡ σορὸς τῶν μυριπνόων λειψάνων σου ἧς τὴ σεπτὴ κομιδῆ κομιζόμεθα, τᾶς δωρεᾶς Νικηφόρε τοῦ Πνεύματος. Πάτερ Ὅσιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἠμὶν τὸ μέγα ἔλεος.
Ἕτερον Ἀπολυτίκιον
Ἦχος δ’.
Κανόνα πίστεως, καὶ εἰκόνα πραότητος, ἐγκρατείας διδάσκαλον, ἀνέδειξε σε τῇ ποίμνῃ σου, ἡ τῶν πραγμάτων ἀλήθεια· διὰ τοῦτο ἐκτήσω τῇ ταπεινώσει τὰ ὑψηλά, τῇ πτωχείᾳ τὰ πλούσια. Πάτερ Ἱεράρχα Νικηφόρε, πρέσβευε Χριστῷ τῷ θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Ἕτερον Ἀπολυτίκιον
Ἦχος γ'. Θείας πίστεως.
Νίκην ἤνεγκε, τὴ Ἐκκλησία, ἡ σὴ ἔνθεος, ὁμολογία, Νικηφόρε Ἱεράρχα θεόληπτε, τὴν γὰρ Εἰκόνα τοῦ Λόγου σεβόμενος, ὑπερορία ἀδίκως ὠμίλησας. Πάτερ Ὅσιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἠμὶν τὸ μέγα ἔλεος.
Κοντάκιον
Ἦχος γ’. Ἡ Παρθένος σήμερον.
Τήν ψυχήν σου τέθεικας, ὑπέρ τῆς ποίμνης σου Πάτερ, καὶ αὐτῇ τό ἄδολον, τῆς εὐσεβείας ἐνέθου· ὅθεν σου, τήν τῶν λειψάνων λάρνακα θείαν, χαίρουσα, καθυποδέχεται καὶ κραυγάζει· σύ μου καύχημα καὶ σκέπη, ὦ Νικηφόρε, ὁμολογίας λαμπτήρ.