Ἀπολυτίκιον
Ἦχος α’. Τὸν τάφον σου Σωτήρ.
Κηρύξας εὐσεβῶς, ἀσεβῶν ἐναντίων, τῶν πάντων Ποιητήν, σαρκωθέντα ἀτρέπτως, Σαβῖνε παμμακάριστε, ἱερῶς ἠνδραγάθησας· ὅθεν ἔφθασας, πρός ἀφθαρσίας χειμάῤῥουν, τέλος ἅγιον, ἐν ποταμῷ δεδεγμένος· διὸ εὐφημοῦμέν σε.
Κοντάκιον
Ἦχος β´. Τά ἄνω ζητῶν.
Πρός ὕδωρ ζωῆς, καὶ πέλαγος χρηστότητος, ἰθύνθης σαφῶς, ἱστίῳ τῷ τοῦ Πνεύματος, ποταμίοις ὕδασι, προσριφείς Σαβῖνε πανεύφημε· διὸ λύσιν ἁμαρτιῶν, ὀμβρίζεις ἀπαύστως, προσευχαῖς σου ἡμῖν.
Κάθισμα
Ἦχος γ’. Ἡ Παρθένος σήμερον.
Ἀθλοφόρε μέγιστε, τῆς ἀληθείας ὁπλῖτα, Χριστομάρτυς ἔνδοξε, Κήρυξ τῆς θείας Τριάδος, αἴτησαι, τοῖς σὲ τιμῶσιν ἐξ ὕψους χάριν, δώρησαι, ταῖς σαῖς πρεσβείαις πᾶσιν εἰρήνην, τοῖς ἀπαύστως ἀνυμνοῦσι, τὴν θείαν μνήμην, τῆς σῆς ἀθλήσεως.