Ἀπολυτίκιον Ἦχος δ’. Ταχὺ προκατάλαβε.
Ἀμέμπτως ἐβίωσας, ἐν ταπεινώσει πολλή, Παρθένιε Ὅσιε καὶ θεϊκῶν δωρεῶν, ἀξίως μετέσχηκας. Ὅθεν σου τὴν ἁγίαν, προσπτυσσόμενοι Κάραν, λαμβάνομεν θεραπείας, καὶ ψυχῶν σωτηρίαν διὸ σὲ Ἱεράρχα, ὕμνοις γεραίρομεν.
Ἕτερον Ἀπολυτίκιον
Ήχος γ'. Θείας πίστεως.
Νέον καύχημα, της εκκλησίας, ως του πνεύματος, λαμπρόν δοχείον, ανεδείχθης Ιεράρχα Παρθένιε` των αρετών γαρ εργάτης γενόμενος της δωρεάς των Αγίων ηξίωσαι. Πάτερ Όσιε, Χριστόν τον θεόν ικέτευε, δωρήσασθαι ημίν το μέγα έλεος.
Κοντάκιον
Ως Ιεράρχην του Σωτήρος ενθεώτατον και των Αγίων μιμητήν και ισοστάσιον ανυμνούμεν σε οι δούλοι σου θεοφόρε. Αλλ' ως πρέσβης και μεσίτης προς τον Κύριον, καθικέτευε λυτρούσθαι πάσης θλίψεως.Τους βοώντας σοι, χαίροις Πάτερ Παρθένιε.