Ἀπολυτίκιον
Ἦχος δ’. Ταχὺ προκατάλαβε.
Διδάσκαλος ἔνθεος καὶ ὁδηγὸς τῶν πιστῶν ἐδείχθης ἐν Πνεύματι, οἴα θεράπων Χριστοῦ, Εὐγένιε Ὅσιε, λόγω γὰρ διαπρεπῶν καὶ λαμπρότητι βίου, ὤφθης τῆς εὐσέβειας πρακτικὸς ὑποφήτης, διὸ ἡ Ἐκκλησία μακαρίζει σέ.
Ἕτερον Ἀπολυτίκιον
Ἦχος γ’. Θείας πίστεως.
Θείῳ ἔρωτι πεπυρωμένος καὶ τῷ πνεύματι ἠγλαϊσμένος, νάμασι θείοις Εὐρυτανίαν κατήρδευσας, ἀνδρῶν φάλαγγας γενναίῳ σθένει καθώπλισας, κατὰ ποικίλων τυράννων τούτους κατηύθυνας· Εὐγένιε ῞Οσιε, Γένους διδάσκαλε μέγιστε, Χριστὸν τὸν Θεὸν ἱκέτευε δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Ὁ Οἶκος
Εἰς τὴν ᾿Ακολουθίαν τῶν Χαιρετισμῶν πρὸς τοὺς Νεομάρτυρας καὶ ῾Οσίους Εὐρυτάνας, οἶκος εἰς τὸν ῞Οσιον Εὐγένιον ἀναφερόμενος.
Φεγγοβόλος ὡς ἄστρον τῆς Χριστοῦ ᾿Εκκλησίας, ταῖς σοφαῖς διδαχαῖς σκοτασμὸν πειρασμῶν καὶ δεινῶν τυραννίας ἐλυτρώσω τὸ Γένος, Εὐγένιε ὅσιε· ῞Οθεν εὐχαρίστως βοῶμεν.
Χαίροις Αἰτωλίας τὸ ἐξαίσιον γέννημα·
χαίροις Μονῆς Τατάρνης θεοφύτευτον βλάστημα.
Χαίροις μοναζόντων σεπτὸν ἐγκαλλώπισμα·
χαίροις τῶν ῾Οσίων σεμνώτατον γνώρισμα.
Χαίροις δορυφορῶν Σὺ μετ’ ᾿Αγγέλων τῆς Παναγίας Προυσοῦ τὴν κατοίκησιν.
χαίροις ὁ τὸ ῎Εθνος δωροδοτῶν δαψιλῶς καὶ ἐν καιροῖς χαλεποῖς ἀναιρῶν αὐτοῦ τὴν καθίζησιν.
Χαίροις ῾Ελληνομουσείου τῶν ᾿Αγράφων τὸ θεμέλιον.
Χαίροις ὅτι ὀρθοδόξων τὴν πορείαν σηματοδοτεῖς πρὸς τὸ τέλειον.
Χαίροις διδασκάλων τοῦ Γένους τὸ καύχημα·
χαίροις ἐφάμιλλον θεοφόρων Πατέρων ἀνάστημα.
Χαίροις Θεῖε Εὐγένιε!
Μεγαλυνάριον
Εὖγε τῆς σοφίας τῆς θεϊκῆς, εὖγε ἱερέων διδασκάλων ὑπογραμμός· εὖγε ὁ τοῦ Γένους ὁ μέγας εὐεργέτης, Εὐγένιε τρισμάκαρ, πιστῶν τὸ στήριγμα.