Ἀπολυτίκιον
Ἦχος δ’. Ὁ ὑψωθεῖς ἐν τῷ Σταυρῷ.
Προφητικῆς ἀξιωθεῖς λαμπηδόνας, Ἱερεμία τῷ κλεινῷ συνεδέθης, καὶ τούτω ὁμοδίαιτος ἐγένου σοφέ, ὅθεν προηγόρευσας, θεηγόρω σου γλώττη, τὴν τοῦ Λόγου κένωσιν, εἰς ἀνάπλασιν κόσμου, ἧς μετασχόντες πίστει ἀληθεῖ, Βαροὺχ Προφῆτα, ἐνθέως τιμῶμεν σε.
Κοντάκιον
Ἦχος πλ. β’. Τὴν ὑπὲρ ἡμῶν.
Τὴν τοῦ Λυτρωτοῦ, κηρύττων οἰκονομίαν, ὡς προφητική, κινύρα προεμελῴδης· Ὁ Θεὸς ἡμῶν οὗτος, τεχθεὶς ὡς ηὐδόκησεν, ᾧ παρόμοιος οὐχ ἕτερος, ἐπὶ γῆς ὀφθεὶς ἐγνώρισεν, ἐπιστήμης θείας εἴσοδον, τοῖς προσκυνοῦσι Βαρούχ, τὴν παρουσίαν αὐτοῦ.
Μεγαλυνάριον
Βάρος ἀπορρίψας τὸ χθαμαλόν, βαρύτητι βίου, ἐπτερώθης πρὸς οὐρανόν, Βαροὺχ θεηγόρε· διό σε ὡς Προφήτην, θεόληπτον ὑμνοῦμεν, καὶ μεγαλύνομεν.