Ἀπολυτίκιον (Κατέβασμα)
Ἦχος δ΄. Ταχύ προκατάλαβε.
Σοφία διέπρεψας, καί ἀρετῶν τῶ φωτί, καί Κρήτης γεγένησαι, ἀρχιερεύς εὐκλεής, Ἀνδρέα Πατήρ ἡμῶν, ὅθεν ἐν Ἐρεσῶ δέ, κοιμηθείς Ἱεράρχα, ταύτην καθαγιάζεις,τῶ ἁγίω σου σκήνει, αἰτούμενος τοῖς πᾶσιν, εἰρήνην καί θεῖον ἔλεος.
Ἕτερον Ἀπολυτίκιον
Ἦχος πλ. β’.
Ὀρθοδοξίας ὁδηγέ, εὐσεβείας διδάσκαλε καὶ σεμνότητος, τῆς οἰκουμένης ὁ φωστήρ, Ἀρχιερέων θεόπνευστον ἐγκαλλώπισμα, Ἀνδρέα σοφέ, ταῖς διδαχαῖς σου πάντας ἐφώτισας, λύρα τοῦ Πνεύματος. Πρέσβευε Χριστῷ τῷ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Ἕτερον Ἀπολυτίκιον (Κατέβασμα)
Ἦχος πλ. α’. Τόν συνάναρχον Λόγον.
Τοῦ Δαβίδ τήν κινύραν Πάτερ μιμούμενος, ἐν Ἐκκλησία Ὁσίων προσάδεις ἄσμα καινόν, ὡς σοφός ὑφηγητής τοῦ θείου Πνεύματος, σύ γάρ ἐβρόντησας ἡμῖν, τάς τῆς χάριτος ὠδάς, καί λόγον δικαιοσύνης, Ἀνδρέα Πατέρων κλέος, πρός σωτηρίαν τῶν ψυχῶν ἡμῶν.
Ἕτερον Ἀπολυτίκιον
Ἦχος δ’.
Κανόνα πίστεως, καὶ εἰκόνα πραότητος, ἐγκρατείας διδάσκαλον, ἀνέδειξε σε τῇ ποίμνῃ σου, ἡ τῶν πραγμάτων ἀλήθεια· διὰ τοῦτο ἐκτήσω τῇ ταπεινώσει τὰ ὑψηλά, τῇ πτωχείᾳ τὰ πλούσια. Πάτερ Ἱεράρχα Ἀνδρέα, πρέσβευε Χριστῷ τῷ θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Κοντάκιον
Ἦχος β’. Τὰ ἄνω ζητῶν.
Σαλπίσας τρανῶς, τὰ θεῖα μελωδήματα, ἐδείχθης φωστήρ, τῷ κόσμῳ τηλαυγέστατος, τῷ φωτί λαμπόμενος, τῆς Τριάδος Ἀνδρέα Ὅσιε· ὅθεν πάντες βοῶμέν σοι, Μὴ παύσῃ πρεσβεύων ὑπὲρ πάντων ἡμῶν.
Κάθισμα
Ἦχος πλ. δ'. Τὴν Σοφίαν καὶ Λόγον.
Λαμπρυνθεὶς τὴν καρδίαν θείῳ φωτί, ἐξηρεύξω δογμάτων φωτοειδῆ, μακάριε λόγια, καὶ τὸν κόσμον ἐφώτισας, γεγονὼς δὲ θεῖον, τοῦ Πνεύματος ὄργανον, ἡδυτάτοις φθόγγοις, ἡδύνεις ἑκάστοτε, πάντων τὰς καρδίας, ἀνυμνῶν τὴν Τριάδα, Ἁγίων τὰ τάγματα, καὶ Παρθένον τὴν ἄχραντον, ὦ Ἀνδρέα πανεύφημε· Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.
Μεγαλυνάριον
Χαίροις εὐσεβείας θεῖος αὐλός, καὶ τῆς Ἐκκλησίας, θεορρήμων ὑφηγητής· χαίροις ὁ ἐν λόγοις, καὶ ᾄσμασιν ἐνθέοις, Τριάδα μεγαλύνων, Ἀνδρέα πάνσοφε.