Ἀπολυτίκιον
Ἦχος δ’.
Χριστοῦ τὴν Μεταμόρφωσιν προϋπαντήσωμεν, φαιδρῶς πανηγυρίζοντες τὰ προεόρτια, πιστοὶ καὶ βοήσωμεν. Ἔφθασεν ἡ ἡμέρα τῆς ἐνθέου εὐφροσύνης· ἄνεισιν εἰς τὸ ὄρος τὸ Θαβὼρ ὁ Δεσπότης, τῆς θεότητος αὐτοῦ ἀπαστράψαι τὴν ὡραιότητα.
Κοντάκιον
Ἦχος δ’. Ἐπεφάνης σήμερον.
Ἐν τῇ θείᾳ σήμερον Μεταμορφώσει, ἡ βροτεία ἅπασα, φύσις προλάμπει θεϊκῶς, ἐν εὐφροσύνῃ κραυγάζουσα, Μεταμορφοῦται Χριστός, σώζων ἅπαντας.
Μεγαλυνάριον
Δεῦτε ἐν τῷ ὄρει τῶν ἀρετῶν, ἀνέλθωμεν πάντες, καὶ ὀψώμεθα μυστικῶς, τὸν ἐν Θαβωρίῳ, καὶ λάμψας ὡς Δεσπότης, τούτους ἐφώτισας.