Ἀπολυτίκιον
Ἦχος γ’.
Ἀπόστολε ἅγιε Θαδδαῖε, πρέσβευε τῷ ἐλεήμονι Θεῷ ἵνα πταισμάτων ἄφεσιν, παράσχῃ ταῖς ψυχαῖς ἡμῶν.
Ἕτερον Ἀπολυτίκιον (Κατέβασμα)
Ἦχος δ’. Ταχὺ προκατάλαβε.
Θεοῦ τοῦ ἐν σώματι, ἐπιφανέντος ἠμίν, αὐτόπτης γενόμενος, καὶ ἱερὸς μαθητής, Θαδδαῖε Ἀπόστολε, ἔλαμψας τοὶς ἐν σκότει, τὴν σωτήριον χάριν ὤφθης τῶν ἐν Ἐδέσσῃ, ἰατὴρ λαμπαδοῦχος, διὸ τοὺς προσιόντας σοί, σκέπε ἑκάστοτε.
Κοντάκιον
Ἦχος γ’. Ἡ Παρθένος σήμερον.
Ἑορτὴ χαρμόσυνος, τοῦ Ἀποστόλου ἐπέστη, εὐφροσύνως σήμερον, ἐπιτελέσωμεν ταύτην· νέμει γάρ, τοῖς αὐτὸν πίστει ἀεὶ τιμῶσι, λύτρωσιν ἁμαρτημάτων, καὶ ῥῶσιν θείαν· καὶ γὰρ ἔχει παρρησίαν, ὡς θεῖος μύστης Χριστοῦ τῆς χάριτος.
Κάθισμα
Ἦχος πλ. δ’. Τὴν Σοφίαν καὶ Λόγον.
Προσπελάσας Ἡλίῳ τῷ νοητῷ, παρ' αὐτοῦ τὰς ἀκτῖνας τὰς μυστικάς, ἐδέξω καὶ γέγονας, ὡς ἀστὴρ φαεινότατος, καταυγάζων πάσης, τῆς γῆς τὰ πληρώματα, καὶ σκεδάζων πλάνης, ὁμίχλην μακάριε· ὅθεν τὴν φωσφόρον καὶ ἁγίαν σου μνήμην, πιστῶς ἑορτάζομεν, καὶ συμφώνως βοῶμέν σοι· Θαδδαῖε, Ἀπόστολε, πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.
Ὁ Οἶκος
Τὸν Χριστοῦ Μαθητὴν ἅπαντες εὐφημήσωμεν, τὸν αὐτόπτην τοῦ Λόγου τιμήσωμεν σήμερον. Οὗτος γὰρ τῷ κόσμῳ ἐκήρυξε τὸ πάνσεπτον Εὐαγγέλιον, καὶ τὰ ἔθνη σαγηνεύσας ἐκ τοῦ βυθοῦ τῆς πλάνης ἀνήγαγε, τὴν δὲ ὁδὸν τῆς ἀληθείας ὑποδείξας, δι' αὐτῆς ἀνάγει τοὺς πιστοὺς πρὸς πατρίδα οὐράνιον, καὶ τῷ θείῳ θρόνῳ λαμπρῶς παριστάμενος, φωτισμὸν παρέχει δαψιλῶς τοῖς αὐτὸν ἐκ πόθου γεραίρουσι. Καὶ γὰρ ἔχει παρρησίαν, ὡς θεῖος μύστης Χριστοῦ τῆς χάριτος.