Ἀπολυτίκιον (Κατέβασμα)
Ἦχος γ’ . Θείας πίστεως.
Νίκης τρόπαιον, κατὰ τῆς πλάνης, Ἀγαθόνικε, λαμπρὸν ἐγείρας, τῶν ἄφθαρτων ἀγαθῶν, κατηξίωσαι τοῦ γὰρ Δεσπότου ζηλώσας τὸν θάνατον, τῆς ἀθανάτου ζωῆς ὤφθης μέτοχος. Μάρτυς ἔνδοξε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἠμὶν τὸ μέγα ἔλεος.
Κοντάκιον
Ἦχος α’. Χορὸς Ἀγγελικὸς.
Τὴν κλῆσιν ἀγαθήν, κεκτημένος θεόφρον, ἀνδρῶν τῶν πονηρῶν, ἀπεστράφης τὸ σέβας, μὴ πτήξας τὰ βάσανα, Ἀγαθόνικε ἔνδοξε· ὅθεν γέγονας, τῶν ἀγαθῶν κληρονόμος, καὶ ἀπείληφας, σὺν τοῖς συνάθλοις ἀξίως, τὸν ἄφθαρτον στέφανον.
Ὁ Οἶκος
Τὸν ἀγαθὸν καὶ φιλάνθρωπον καθικέτευε, Ἀγαθόνικε πάνσοφε, τοῦ ἀγαθῦναι τὴν κάκωσιν τῆς ἐμῆς καρδίας, καὶ δωρήσασθαι λόγον μοι, τοῦ ἀξίως ὑμνῆσαί σου τούς ἀγῶνας, οὓς ἤθλησας ὑπὲρ τῆς πίστεως τοῦ Χριστοῦ καὶ Θεοῦ ἡμῶν, πῶς πανταχόθεν περιεσκόπεις οἷά περ ποιμήν, μάρτυς, καὶ τοὺς λύκους ἐκδιώκων ἐποδήγεις σου τὴν ποίμνην πρὸς γῆν ἀληθείας, βοῶν ἐν παρρησίᾳ· Ὡς πρόβατα ἐγνώσθημεν σφαγῆς· διὸ θάνωμεν, ἵνα κομισώμεθα τὸν ἄφθαρτον στέφανον.