Ἀπολυτίκιον (Κατέβασμα)
Ἦχος δ’. Ταχὺ προκατάλαβε.
Ἐκ βρέφους τοῦ Πνεύματος, ὀφθεῖς δοχεῖον λαμπρόν, θαυμάτων ἐπλούτησας, τὴν παρ' αὐτοῦ δωρεάν, Φωκὰ Ἱερώτατε, ὅθεν ἱερουργήσας, τῷ Σωτηρι ὁσίως, ἔπιες ἐν ἀθλήσει, τὸ ποτήριον τούτου, ὦ πρέσβευε δεόμεθα, ὑπὲρ τῶν ψυχῶν ἠμῶν.
Κοντάκιον
Ἦχος πλ. γ’. Ἡ Παρθένος σήμερον.
Τοῦ Ἁγίου Πνεύματος, τὴν πλουσιόδωρον χάριν, ὡς πηγὴν θεόβρυτον, ἐν τῇ ψυχῇ κεκτημένος, ἔσβεσας, πόνων ἱδρῶσι πλάνης τὴν φλόγα, βρύεις δὲ, θαυμάτων ῥεῖθρα τοῖς ἐκβοῶσι· χαίροις κλέος Ἱερέων, καὶ τῶν Μαρτύρων Φωκᾶ μακάριε.
Μεγαλυνάριον
Τοῦ Εὐαγγελίου μυσταγωγός, ἱερῶν θαυμάτων, θεοδόξαστος αὐτουργός, Ἐκκλησίας στῦλος, Φωκᾶ Ἱερομάρτυς, ἐδείχθης διασώζων, τοὺς προσιόντας σοι.