Ἀπολυτίκιον
Ἦχος πλ. δ’.
Ταῖς ἐπαγρύπνοις προσευχαῖς, ἐν ὀχετοῖς δακρύων τὸν στῦλον κατέβρεχες· καὶ τοῖς ἐκ βάθων στεναγμοῖς, εἰς ἑκατὸν τοὺς πόνους ἐκαρποφόρησας· καὶ γέγονας ποιμήν, τοῖς προσιοῦσι νέμων συγχώρησιν, Ὅσιε Πατὴρ ἡμῶν Λάζαρε· πρέσβευε Χριστῷ τῷ Θεῷ σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Κοντάκιον
Ἦχος δ’. Τῇ ὑπερμάχῳ.
Τοὺς ὑπὲρ φύσιν σου Σοφὲ πόνους καὶ σκάμματα, αὐτοὶ οἱ Ἄγγελοι ἰδόντες κατεπλάγησαν, δι᾽ ὧν εἴληφας θεόθεν καὶ τοὺς στεφάνους, Ἀλλ᾽ ὣς ἔχων παῤῥησίαν πρὸς τὸν Κύριον, ἐκ παντοίων ἡμᾶς σῷζε περιστάσεων, ἵνα κράζωμεν, Χαίροις Πάτερ Ποιμὴν ἡμῶν.
Ὁ Οἶκος
Ἄγγελος ἐξ ἀνθρώπων, Θεόφορε ἐγένου, ἐκ γῆς πρὸς τὰ οὐράνια φθάσας· διὸ σὺν ἀσωμάτοις χοροῖς, ἁμιλλώμενόν σε θεωρῶν Ὅσιε, ἐξίσταμαι καὶ φόβῳ σοι κραυγάζω σχετικῶς τοιαῦτα.
Χαῖρε, κανὼν ἀπλανὴς μονοτρόπων, χαῖρε, λειμὼν ἀρετῆς ψυχοτρόφε,
Χαῖρε, πρεσβευτὰ τῶν ψυχῶν ἀκαταίσχυντε, χαῖρε, χορευτὰ τῶν ἀγγέλων ὁμόσκηνε,
Χαῖρε, ὅτι σὺ ἐπλήθυνας τῶν θρεμμάτων τὸν χορόν· χαῖρε, ὅτι σὺ διέσωσας εἴσω ταῦτα τῆς Ἐδέμ,
Χαῖρε, τῆς αὐταρκείας σὺν Θεῷ δοὺς τὸν ἄρτον, χαῖρε, τῆς αὐθαδείας τῶν δαιμόνων διῶκτα,
Χαῖρε, πηγὴ θαυμάτων ἀέναε, χαῖρε,τρυφῆς μελλούσης ἐχέγγυε,
Χαῖρε, λαμπτὴρ τῆς Ἀσίας ἁπάσης, χαῖρε, φωστὴρ Μοναστῶν ποδηγέτα,
Χαίροις, Πάτερ Ποιμὴν ἡμῶν.