Ἀπολυτίκιον (Κατέβασμα)
Ἦχος γ’. Θείας πίστεως.
Ξένην ἤνυσας, ζωὴν ἐν κόσμῳ, ξένην ἔσχηκας, προσηγορίαν, ὑπεμφαίνουσαν τὴ κλήσει τὸν τρόπον σου, σὺ γὰρ νυμφίον λιποῦσα τὸν πρόσκαιρον, τῷ ἀθανάτῳ ὁσίως νενύμφευσαι. Ξένη ἔνδοξε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἠμὶν τὸ μέγα ἔλεος.
Ἕτερον Ἀπολυτίκιον
Ἦχος πλ. δ’.
Ἐν σοί Μῆτερ ἀκριβῶς διεσώθη τό κατ᾽ εἰκόνα· λαβοῦσα γάρ τόν σταυρόν, ἠκολούθησας τῷ Χριστῷ, καί πράττουσα ἐδίδασκες, ὑπεροράν μέν σαρκός, παρέρχεται γάρ· ἐπιμελεῖσθαι δέ ψυχῆς, πράγματος ἀθανάτoυ, διό καί μετά Ἀγγέλων συναγάλλεται, Ὁσία Ξένη τό πνεῦμά σου.
Κοντάκιον
Ἦχος β’. Τοῖς τῶν αἱμάτων σου.
Τό σόν ξενότροπον Ξένη μνημόσυνον, ἐπιτελοῦντες οἱ πόθῳ τιμῶντές σε, ὑμνοῦμεν Χριστόν τόν ἐν ἅπασι, σοί παρέχοντα ἰσχύν τῶν ἰάσεων· ὅν πάντοτε δυσώπει, ὑπέρ πάντων ἡμῶν.
Ὁ Οἶκος
Ἵλεων Ξένη, τὸν ξενοτρόπως ἐκ Παρθένου τεχθέντα, ἐκδυσώπει Χριστὸν ἡμῖν γενέσθαι Ἀοίδιμε, τοῖς κατὰ χρέος σοι προσφοιτῶσιν ἐκ ψυχῆς καὶ καρδίας καθαρωτάτης, καὶ εὐσεβῶς τὴν σὴν μνήμην ὑμνῆσαι σπουδάζουσιν, ἣν πᾶσαι τῶν οὐρανῶν αἱ Δυνάμεις ἀξίως ἐτίμησαν, ὡς φωτοφόρον καὶ ἄμωμον καὶ ἁγίαν πανήγυριν, Ἔνδοξε, πρεσβεύουσα ἀπαύστως ὑπὲρ πάντων ἡμῶν.