Ἀπολυτίκιον
Ἦχος γ’. Τὴν ὡραιότητα.
Τὴν θεοσύλλεκτον, τοῦ Λόγου φάλαγγα, τοὺς Τεσσαράκοντα καὶ δυὸ Μάρτυρας, τοὺς ἐν μίᾳ πάντας σπουδή, ἀθλήσαντας τιμήσωμεν οὗτοι γὰρ τῆς πίστεως, ἡνωμένοι τὴ χάριτι , δῆμον ἀκαθαίρετον, ἱερῶς συνεκρότησαν, καὶ ὤφθησαν Χριστοῦ κληρονόμοι, ξίφει τμηθέντες τοὺς αὐχένας.
Ἕτερον Ἀπολυτίκιον
Ἦχος δ’. Ταχύ προκατάλαβε.
Οἱ Μάρτυρές σου Κύριε, ἐν τῇ ἀθλήσει αὐτῶν, τὸ στέφος ἐκομίσαντο τῆς ἀφθαρσίας, ἐκ σοῦ τοῦ Θεοῦ ἡμῶν· σχόντες γὰρ τὴν ἰσχύν σου, τοὺς τυράννους καθεῖλον· ἔθραυσαν καὶ δαιμόνων τὰ ἀνίσχυρα θράση. Αὐτῶν ταῖς ἱκεσίαις Χριστέ ὁ Θεός, σῶσον τὰς ψυχὰς ἡμῶν.
Ἕτερον Ἀπολυτίκιον
Ἦχος πλ. α’.
Τῶν ἁγίων Μαρτύρων τὰ κατορθώματα, οὐρανῶν αἱ δυνάμεις ὑπερεθαύμασαν, ὅτι ἐν σώματι θνητῷ τὸν ἀσώματον ἐχθρόν, τῇ δυνάμει τοῦ Σταυροῦ, ἀγωνισάμενοι καλῶς, ἐνίκησαν ἀοράτως, καὶ νῦν πρεσβεύουσι τῷ Κυρίῳ, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Κοντάκιον
Ἦχος β’. Τὰ ἄνω ζητῶν.
Τοὺς νεοφανεῖς, ὁπλίτας τῆς Πίστεως, ὡς ὑπὲρ Χριστοῦ, προθύμως ἐναθλήσαντας, ἐγκωμίων στέμμασιν, ἐπαξίως πάντες στεφανώσωμεν, ὑπὲρ ἡμῶν πρεσβεύοντας Χριστῷ, ὡς πύργους καὶ φυλακας τῆς Ῥωμαίων ἀρχῆς.
Ἕτερον Κοντάκιον
Ἦχος δ´. Ὁ ὑψωθείς.
Οἱ ἐν τῇ γῇ διά Χριστόν ἠθληκότες, ἀναδειχθέντες εὐσεβεῖς στεφανῖται, τούς οὐρανούς ἐλάβετε οἰκεῖν ἐν χαρᾷ· πᾶσαν γὰρ ἐπίνοιαν, τοῦ ἐχθροῦ καθελόντες, πόνοις καί τοῖς αἵμασι, τῶν ὑμῶν αἰκισμάτων, τοῖς εὐφημοῦσιν ἄνωθεν ἀεί, ἁμαρτημάτων τήν λύσιν βραβεύετε.
Κάθισμα
Ἦχος δ’. Ὁ ὑψωθεὶς.
Συμπεφραγμένοι ἀνδρικῶς πρὸς ἀνόμους, συντεταγμένοι λογικῶς πρὸς ἀθέους, τὴν πανοπλίαν ἤρασθε Χριστοῦ τοῦ Θεοῦ· πίστιν μὲν ὡς μάχαιραν, ἐπὶ χεῖρα λαβόντες, ἀσπίδα τὴν ἐλπίδα δέ, τεθεικότες ἐπ' ὤμων, καὶ τῆς ἀγάπης θώρακα σαφῶς, ἐνδεδυμένοι, ἐχθροὺς ἐτροπώσασθε.
Ἕτερον Κάθισμα
Ἦχος πλ. δ’. Τὴν Σοφίαν καὶ Λόγον.
Ἀπαχθέντες δεσμῶται ὑπὸ ἐχθροῦ, καὶ φρουρᾷ συγκλεισθέντες χρόνοις πολλοῖς, τῇ πίστει φρουρούμενοι, ἀσινεῖς διεμείνατε, καὶ τῷ ξίφει λυθέντες, τοῦ σώματος Ἅγιοι, τῷ ἐνθέῳ πόθῳ σαφῶς συνεδέθητε· ὅθεν ὡς φωστῆρες, διελάμψατε κόσμῳ, τοὺς πάντας φωτίζοντες, τῇ τοῦ Πνεύματος χάριτι, Ἀθλοφόροι μακάριοι· Πρεσβεύσατε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην ὑμῶν.
Ὁ Οἶκος
Τὸ τοῦ Χριστοῦ ἀμήχανον κάλλος, καὶ τὴν ἄφραστον δόξαν, ἣν Ἀγγέλων χοροὶ ἐπιθυμοῦσι θεάσασθαι, ἐν παρρησίᾳ ἡμεῖς ὁρῶντες, μετὰ πάντων Ἁγίων τῶν ἀπ' αἰῶνος, οἱ τοῦ Χριστοῦ τεσσαράκοντα καὶ δύο Ἀθληταί, ταῖς ἁγίαις ἡμῶν πρεσβείαις, τοὺς ὑμᾶς εὐφημοῦντας φωτίσατε, ἁμαρτιῶν τὸ σκότος διώκοντες, καὶ υἱοὺς φωτός ἐργαζόμενοι, ὡς πύργοι καὶ φύλακες τῆς Ῥωμαίων ἀρχῆς.