Ἀπολυτίκιον
Ἦχος α’. Τὸν τάφον σου Σωτήρ.
Ἄξιας κοσμικῆς, ἀπορρίψας τὸ κλέος, τὴν δόξαν τοῦ Χριστοῦ, ὠμολόγησας χαίρων, Ἠσύχιε πανένδοξε, Ἀθλητῶν ἐγκαλλώπισμα, ὅθεν ἔφερες, ὥσπερ τιμὴν τὴν αἰσχύνην, καὶ τὸν θάνατον, ἐν πνιγμονῇ τῶν ὑδάτων, δυνάμει τοῦ Πνεύματος.
Ἕτερον Ἀπολυτίκιον
Ἦχος δ’.
Ὁ Μάρτυς σου, Κύριε, ἐν τὴ ἀθλήσει αὐτοῦ, τὸ στέφος ἐκομίσατο τῆς ἀφθαρσίας ἐκ σοῦ τοῦ Θεοῦ ἠμῶν, ἔχων γὰρ τὴν ἰσχύν σου, τοὺς τυράννους καθεῖλεν, ἔθραυσε καὶ δαιμόνων τὰ ἀνίσχυρα θράση, Αὐτοῦ ταὶς ἰκεσίαις, Χριστὲ ὁ Θεός, σῶσον τᾶς ψυχᾶς ἠμῶν.
Κοντάκιον
Ἦχος πλ. β’. Τήν ὑπέρ ἡμῶν.
Τούς ἀθλητικούς ἀγῶνας ἰχνηλατήσας, πρός θεουργικήν, ἀγάπην ἀνεπτερώθης, καί τῆς ἄνω Συγκλήτου, ἐδείχθης ὁμότιμος, ἀρνησάμενος τήν πρόσκαιρον, καί ζωῆς πρός ὕδωρ ἔφθασας, ποταμοῦ ῥιφείς τοῖς ῥεύμασιν, Ἡσύχιε Ἀθλητά, εὐσεβῶν πρεσβευτά.
Κάθισμα
Ἦχος γ’. Τὴν ὡραιότητα.
Ἀκαταγώνιστος Ἀθλητὴς γέγονας, τοῦ Παντοκράτορος, μάκαρ Ἡσύχιε, ἐν τῷ καιρῷ τῶν διωγμῶν, τῆς σαρκὸς μὴ φεισάμενος· ὅθεν θανατούμενος, ποταμίοις ἐν ὕδασι, τούτοις ἐναπέπνιξας, τὸν πολέμιον δράκοντα· διὸ ἐν εὐφροσύνῃ, τὴν θείαν μνήμην σου Μάρτυς ἑορτάζομεν.
Μεγαλυνάριον
Βουλὰς ἀσεβούντων ὑπεριδών, ἐν βουλῇ Κυρίου, ἐπορεύθης θεοπρεπῶς, καὶ ἀνδραγαθήσας, Ἡσύχιε ἐν ἄθλοις, λαμπρῶς ἐμεγαλύνθης, δόξῃ τῇ κρείττονι.