Ἀπολυτίκιον
Ἦχος γ'. Θείας πίστεως.
Θεῖον κλίμακα, ὑποστηρίξας, τὴν τῶν λόγων σου, μέθοδον πάσι, Μοναστῶν ὑφηγητὴς ἀναδέδειξαι, ἐκ πρακτικῆς Ἰωάννη καθάρσεως, πρὸς θεωρίας ἀνάγων τὴν ἔλαμψιν. Πάτερ Ὅσιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἠμὶν τὸ μέγα ἔλεος.
Ἕτερον Ἀπολυτίκιον
Ήχος πλ. δ'.
Ταῖς τῶν δακρύων σου ῥοαῖς, τῆς ἐρήμου τό ἄγονον ἐγεώργησας· καί τοῖς ἐκ βάθους στεναγμοῖς, εἰς ἑκατόν τούς πόνους ἐκαρποφόρησας· καί γέγονας φωστήρ τῇ οἰκουμένῃ, λάμπων τοῖς θαύμασιν, Ἰωάννη, Πατήρ ἡμῶν ὅσιε, πρέσβευε Χριστῷ τῷ Θεῷ, σωθῆναι τάς ψυχάς ἡμῶν.
Κοντάκιον
Ἦχος α'. Χορὸς Ἀγγελικός
Καρπούς ἀειθαλεῖς, ἐκ τῆς βίβλου προσφέρων, διδάγματα σοφέ, καθηδύνεις καρδίας, τῶν τούτοις μετά νήψεως, προσεχόντων μακάριε· Κλίμαξ γάρ ἐστι, ψυχὰς ἀνάγουσα γῆθεν, πρὸς οὐράνιον, καί διαμένουσαν δόξαν, τῶν πίστει τιμῶντων σε.